§9.77.1μετὰ δὲ τὴν ἄπιξιν τῆς γυναικός, αὐτίκα μετὰ ταῦτα ἀπίκοντο Μαντινέες ἐπʼ ἐξεργασμένοισι·
在那妇人抵达之后,紧接着,万提内亚人来到了这已经尘埃落定之处。
μαθόντες δὲ ὅτι ὕστεροι ἥκουσι τῆς συμβολῆς, συμφορὴν ἐποιεῦντο μεγάλην, ἄξιοί τε ἔφασαν εἶναι σφέας ζημιῶσαι.
他们得知自己来得比交战还迟,便认为这是一件极大的痛心事,并声称自己应当受到惩罚。
§9.77.2πυνθανόμενοι δὲ τοὺς Μήδους τοὺς μετὰ Ἀρταβάζου φεύγοντας, τούτους ἐδίωκον μέχρι Θεσσαλίης· Λακεδαιμόνιοι δὲ οὐκ ἔων φεύγοντας διώκειν.
当听说与阿尔塔巴佐斯一同逃跑的波斯人(麦底亚人)的事,他们便一直追击到色萨利;但拉刻代蒙人不准许他们追击逃跑的人。
οἳ δὲ ἀναχωρήσαντες ἐς τὴν ἑωυτῶν τοὺς ἡγεμόνας τῆς στρατιῆς ἐδίωξαν ἐκ τῆς γῆς.
于是他们退回到自己的国土,将军队的指挥官们驱逐出国境。
§9.77.3μετὰ δὲ Μαντινέας ἧκον Ἠλεῖοι, καὶ ὡσαύτως οἱ Ἠλεῖοι τοῖσι Μαντινεῦσι συμφορὴν ποιησάμενοι ἀπαλλάσσοντο· ἀπελθόντες δὲ καὶ οὗτοι τοὺς ἡγεμόνας ἐδίωξαν.
在万提内亚人之后,伊利斯人也来到了,他们同样像万提内亚人那样,将这迟到视为痛心事而离去;他们回去后,也同样驱逐了自己的指挥官。
τὰ κατὰ Μαντινέας μὲν καὶ Ἠλείους τοσαῦτα.
关于万提内亚人和伊利斯人的事情就是这些。