§9.74.1τούτου τοῦ δήμου ἐὼν ὁ Σωφάνης καὶ ἀριστεύσας τότε Ἀθηναίων διξοὺς λόγους λεγομένους ἔχει, τὸν μὲν ὡς ἐκ τοῦ ζωστῆρος τοῦ θώρηκος ἐφόρεε χαλκέῃ ἁλύσι δεδεμένην ἄγκυραν σιδηρέην, τὴν ὅκως πελάσειε ἀπικνεόμενος τοῖσι πολεμίοισι βαλλέσκετο, ἵνα δή μιν οἱ πολέμιοι ἐκπίπτοντες ἐκ τῆς τάξιος μετακινῆσαι μὴ δυναίατο· γινομένης δὲ φυγῆς τῶν ἐναντίων δέδοκτο τὴν ἄγκυραν ἀναλαβόντα οὕτω διώκειν.
出身于这个区、并在当时雅典人中立下首功的索法内斯,关于他有两种传闻。 其一说他从铠甲的腰带上系着一条用青铜链子锁住的铁锚,每当他逼近并冲向敌军时,就将其抛下,以便敌人冲出队列时也无法使他移位;而当对手溃逃时,他就决定收回锚,然后再进行追击。
§9.74.2οὗτος μὲν οὕτω λέγεται, ὁ δʼ ἕτερος τῶν λόγων τῷ πρότερον λεχθέντι ἀμφισβατέων λέγεται, ὡς ἐπʼ ἀσπίδος αἰεὶ περιθεούσης καὶ οὐδαμὰ ἀτρεμιζούσης ἐφόρεε ἄγκυραν, καὶ οὐκ ἐκ τοῦ θώρηκος δεδεμένην σιδηρέην.
这一个传闻是这样说的,而另一个与前述说法相矛盾的传闻则说,他是将锚作为徽章画在不断旋转、从未静止的盾牌上,而不是在铠甲上系着铁锚。