§9.66.1αὕτη μέν νυν ἡ μάχη ἐπὶ τοσοῦτο ἐγένετο.
至此,这场战斗便以此种规模结束了。
Ἀρτάβαζος δὲ ὁ Φαρνάκεος αὐτίκα τε οὐκ ἠρέσκετο κατʼ ἀρχὰς λειπομένου Μαρδονίου ἀπὸ βασιλέος, καὶ τότε πολλὰ ἀπαγορεύων οὐδὲν ἤνυε, συμβάλλειν οὐκ ἐῶν·
然而,法尔纳克斯之子阿尔塔巴佐斯从一开始就对马尔多尼奥斯被国王留下一事感到不满,而当时他也极力反对交战,不准他们动手,却毫无效果。
ἐποίησέ τε αὐτὸς τοιάδε ὡς οὐκ ἀρεσκόμενος τοῖσι πρήγμασι τοῖσι ἐκ Μαρδονίου ποιευμένοισι.
因此,由于对马尔多尼奥斯所采取的行动感到不满,他自己采取了如下的行动。
§9.66.2τῶν ἐστρατήγεε ὁ Ἀρτάβαζος (εἶχε δὲ δύναμιν οὐκ ὀλίγην ἀλλὰ καὶ ἐς τέσσερας μυριάδας ἀνθρώπων περὶ ἑωυτόν), τούτους, ὅκως ἡ συμβολὴ ἐγίνετο, εὖ ἐξεπιστάμενος τὰ ἔμελλε ἀποβήσεσθαι ἀπὸ τῆς μάχης, ἦγε κατηρτημένως, παραγγείλας κατὰ τὠυτὸ ἰέναι πάντας τῇ ἂν αὐτὸς ἐξηγέηται, ὅκως ἂν αὐτὸν ὁρῶσι σπουδῆς ἔχοντα.
阿尔塔巴佐斯指挥着他的军队(他身边拥有一支不小的兵力,达四万人之多),在交战开始时,他深知这场战斗的结局将会如何,于是整齐有序地带领着他们,并传令全军,要求所有人朝着他自己引领的方向一同前进,其速度要与他们看见他急行时的速度一致。
§9.66.3ταῦτα παραγγείλας ὡς ἐς μάχην ἦγε δῆθεν τὸν στρατόν.
传达了这些命令后,他便带领军队前进,表面上似乎是要去参战。
προτερέων δὲ τῆς ὁδοῦ ὥρα καὶ δὴ φεύγοντας τοὺς Πέρσας·
然而,当他在路上继续前进时,已经看到波斯人正在溃逃。
οὕτω δὴ οὐκέτι τὸν αὐτὸν κόσμον κατηγέετο, ἀλλὰ τὴν ταχίστην ἐτρόχαζε φεύγων οὔτε ἐς τὸ ξύλινον οὔτε ἐς τὸ Θηβαίων τεῖχος ἀλλʼ ἐς Φωκέας, ἐθέλων ὡς τάχιστα ἐπὶ τὸν Ἑλλήσποντον ἀπικέσθαι.
于是,他不再以先前的秩序引领队伍,而是全速逃跑,既不向木墙也不向底比斯人的城墙跑去,而是逃往福基斯,渴望尽快抵达赫勒斯滂。