§9.67.1καὶ δὴ οὗτοι μὲν ταύτῃ ἐτράποντο·
确实,这些人便朝这一方向逃去了。
τῶν δὲ ἄλλων Ἑλλήνων τῶν μετὰ βασιλέος ἐθελοκακεόντων Βοιωτοὶ Ἀθηναίοισι ἐμαχέσαντο χρόνον ἐπὶ συχνόν.
但在追随国王的其他希腊人故意怠战的同时,玻俄提亚人却与雅典人进行了相当长一段时间的战斗。
οἱ γὰρ μηδίζοντες τῶν Θηβαίων, οὗτοι εἶχον προθυμίην οὐκ ὀλίγην μαχόμενοί τε καὶ οὐκ ἐθελοκακέοντες, οὕτω ὥστε τριηκόσιοι αὐτῶν οἱ πρῶτοι καὶ ἄριστοι ἐνθαῦτα ἔπεσον ὑπὸ Ἀθηναίων.
因为在底比斯人中附和波斯派的人,他们在战斗中表现出不小的热忱,绝不怠战,以致于他们中最首要、最优秀的三百人就在那里死于雅典人之手。
ὡς δὲ ἐτράποντο καὶ οὗτοι, ἔφευγον ἐς τὰς Θήβας, οὐ τῇ περ οἱ Πέρσαι καὶ τῶν ἄλλων συμμάχων ὁ πᾶς ὅμιλος, οὔτε διαμαχεσάμενος οὐδενὶ οὔτε τι ἀποδεξάμενος, ἔφευγον.
当这些人也败退时,他们逃往底比斯,但他们逃跑的路线,并非波斯人及其他盟友的整支大军所走的那条路线——那些人在既未与任何人交战到底、也未建立任何功勋的情况下便逃跑了。