Humanitext Reader

希罗多德 · 历史 §9.61.1-9.61.3

斯巴达军受制于箭雨与巴萨尼亚斯的祈祷

第 1516 段,共 1577 段 · 希腊语

内容简介

雅典军试图救援斯巴达,却遭到亲波斯希腊军队的阻击。孤立无援的斯巴达与特格阿联军在祭祀未能获得吉兆的情况下,默默承受着波斯军的箭雨,巴萨尼亚斯遂望向赫拉神庙向女神祈祷。

§9.61.1ταῦτα οἱ Ἀθηναῖοι ὡς ἐπύθοντο, ὁρμέατο βοηθέειν καὶ τὰ μάλιστα ἐπαμύνειν·
雅典人听到这些话后,准备前去救援并竭力予以协作。
καί σφι ἤδη στείχουσι ἐπιτίθενται οἱ ἀντιταχθέντες Ἑλλήνων τῶν μετὰ βασιλέος γενομένων, ὥστε μηκέτι δύνασθαι βοηθῆσαι· τὸ γὰρ προσκείμενον σφέας ἐλύπεε.
然而,就在他们已经开始进军时,那些站在国王一方、被部署在他们对面的希腊人向他们发起了进攻,使得他们无法再前去救援;因为压迫过来的敌军正使他们陷入苦战。
§9.61.2οὕτω δὴ μουνωθέντες Λακεδαιμόνιοι καὶ Τεγεῆται, ἐόντες σὺν ψιλοῖσι ἀριθμὸν οἳ μὲν πεντακισμύριοι Τεγεῆται δὲ τρισχίλιοι (οὗτοι γὰρ οὐδαμὰ ἀπεσχίζοντο ἀπὸ Λακεδαιμονίων), ἐσφαγιάζοντο ὡς συμβαλέοντες Μαρδονίῳ καὶ τῇ στρατιῇ τῇ παρεούσῃ.
这样,被孤立的拉刻代蒙人和特格阿人,加上轻装兵在内,其人数一方面拉刻代蒙人有五万,另一方面特格阿人有三千(因为后者从未与拉刻代蒙人分离),为了与马尔多尼乌斯及眼前的军队交战,他们开始举行祭祀以占卜吉凶。
§9.61.3καὶ οὐ γάρ σφι ἐγίνετο τὰ σφάγια χρηστά, ἔπιπτον δὲ αὐτῶν ἐν τούτῳ τῷ χρόνῳ πολλοὶ καὶ πολλῷ πλεῦνες ἐτρωματίζοντο· φράξαντες γὰρ τὰ γέρρα οἱ Πέρσαι ἀπίεσαν τῶν τοξευμάτων πολλὰ ἀφειδέως, οὕτω ὥστε πιεζομένων τῶν Σπαρτιητέων καὶ τῶν σφαγίων οὐ γινομένων ἀποβλέψαντα τὸν Παυσανίην πρὸς τὸ Ἥραιον τὸ Πλαταιέων ἐπικαλέσασθαι τὴν θεόν, χρηίζοντα μηδαμῶς σφέας ψευσθῆναι τῆς ἐλπίδος.
然而,他们的祭祀占卜并未呈现吉兆,在此期间他们中有许多人阵亡,更多的人受伤;因为波斯人排起轻盾筑成防线,毫不吝惜地放出了大量的箭,结果,当斯巴达人备受压迫、且祭祀占卜仍未呈现吉兆时,巴萨尼亚斯望向普拉塔亚的赫拉神庙,呼唤女神,祈求绝不要让他们大失所望。

词汇与语法注释

  1. §9.61.1ὁρμέατο — 动词 ὁρμάω(或 ὁρμάομαι)在伊奥尼亚方言中的第三人称复数过去完成时直陈语气中被动语态形式,其中 -ατο 代替了标准雅典方言的 -ντο。在此处表示他们“已经迫切准备出发”或“已经开始行动”去救援。
  2. §9.61.3καὶ οὐ γάρ σφι ἐγίνετο — 句式 καὶ οὐ γάρ 是表示否定原因的惯用组合(“因为……不”)。未完成过去时动词 ἐγίνετο 表示重复或持续的状态,说明他们多次举行祭祀,但占卜结果每次都持续呈现不吉。
  3. §9.61.3ὥστε πιεζομένων τῶν Σπαρτιητέων καὶ τῶν σφαγίων οὐ γινομένων ἀποβλέψαντα τὸν Παυσανίην πρὸς τὸ Ἥραιον τὸ Πλαταιέων ἐπικαλέσασθαι τὴν θεόν — 由表示结果的连词 ὥστε 引导的“对格+不定式”结构。其主语是处于对格的 τὸν Παυσανίην,主动词是不定式 ἐπικαλέσασθαι。不定过去时分词 ἀποβλέψαντα 和现在时分词 χρηίζοντα(位于句末)在性、数、格上与 Παυσανίην 一致(对格阳性单数)。而 πιεζομένων τῶν Σπαρτιητέων... 部分则是属格独立结构。

引用这一段

希罗多德, 历史 §9.61.1-9.61.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.61.1-9.61.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。