Humanitext Reader

希罗多德 · 历史 §9.62.1-9.62.3

德墨忒尔神庙附近的激战与斯巴达人的反攻

第 1517 段,共 1577 段 · 希腊语

内容简介

特格阿人和斯巴达人发起进攻,在德墨忒尔神庙附近与波斯军展开激烈的肉搏战。波斯兵虽然勇敢,但因装备轻简且缺乏训练,纷纷被斯巴达人消灭。

§9.62.1ταῦτα δʼ ἔτι τούτου ἐπικαλεομένου προεξαναστάντες πρότεροι οἱ Τεγεῆται ἐχώρεον ἐς τοὺς βαρβάρους, καὶ τοῖσι Λακεδαιμονίοισι αὐτίκα μετὰ τὴν εὐχὴν τὴν Παυσανίεω ἐγίνετο θυομένοισι τὰ σφάγια χρηστά·
当他仍在祈求这些事时,特格阿人便抢先行动,首先向外族人冲去;而在巴萨尼亚斯祈祷之后,拉刻代蒙人在祭祀时,祭祀的占卜吉兆立刻呈现出来。
ὡς δὲ χρόνῳ κοτὲ ἐγένετο, ἐχώρεον καὶ οὗτοι ἐπὶ τοὺς Πέρσας, καὶ οἱ Πέρσαι ἀντίοι τὰ τόξα μετέντες.
当这终于发生时,他们也向波斯人冲去,而波斯人也迎向他们,放下了弓箭。
§9.62.2ἐγίνετο δὲ πρῶτον περὶ τὰ γέρρα μάχη.
起初是在轻盾周围发生战斗。
ὡς δὲ ταῦτα ἐπεπτώκεε, ἤδη ἐγίνετο ἡ μάχη ἰσχυρὴ παρʼ αὐτὸ τὸ Δημήτριον καὶ χρόνον ἐπὶ πολλόν, ἐς ὃ ἀπίκοντο ἐς ὠθισμόν· τὰ γὰρ δόρατα ἐπιλαμβανόμενοι κατέκλων οἱ βάρβαροι.
但当这些轻盾倒下后,在德墨忒尔神庙旁战斗已经变得非常激烈,并持续了很长时间,直到他们进入了推搡肉搏的境境;因为外族人抓住长矛,并将其折断。
§9.62.3λήματι μέν νυν καὶ ῥώμῃ οὐκ ἥσσονες ἦσαν οἱ Πέρσαι, ἄνοπλοι δὲ ἐόντες καὶ πρὸς ἀνεπιστήμονες ἦσαν καὶ οὐκ ὅμοιοι τοῖσι ἐναντίοισι σοφίην, προεξαΐσσοντες δὲ κατʼ ἕνα καὶ δέκα, καὶ πλεῦνές τε καὶ ἐλάσσονες συστρεφόμενοι, ἐσέπιπτον ἐς τοὺς Σπαρτιήτας καὶ διεφθείροντο.
固然,在勇气和力量上波斯人并不逊色,但他们没有重装铠甲,而且缺乏经验,在战术上无法与对手相比。 他们或一两个、或十个一组地向前冲杀,或多或少地聚集在一起,冲向斯巴达人并遭到歼灭。

词汇与语法注释

  1. §9.62.1τούτου ἐπικαλεομένου — 属格绝对分词结构。它引入了一个与主句主语(“特格阿人”)不同的主语(此处为指示代词 toύτου,指巴萨尼亚斯)。
  2. §9.62.3καὶ πρὸς — 介词 πρὸς 在此处用作副词,表示“此外”、“而且”。
  3. §9.62.3κατʼ ἕνα καὶ δέκα — 分配介词 κατά 后接数词。意为“一个一个地,或十个十个地”,描绘了波斯人并非以统一的队列,而是以零散或小团体的形式向前冲锋。

引用这一段

希罗多德, 历史 §9.62.1-9.62.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.62.1-9.62.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。