§9.56.1καὶ ὃ μὲν ἀπαλλάσσετο ἐς τοὺς Ἀθηναίους·
于是他动身返回雅典人那里。
τοὺς δὲ ἐπεὶ ἀνακρινομένους πρὸς ἑωυτοὺς ἠὼς κατελάμβανε, ἐν τούτῳ τῷ χρόνῳ κατήμενος ὁ Παυσανίης, οὐ δοκέων τὸν Ἀμομφάρετον λείψεσθαι τῶν ἄλλων Λακεδαιμονίων ἀποστειχόντων, τὰ δὴ καὶ ἐγένετο, σημήνας ἀπῆγε διὰ τῶν κολωνῶν τοὺς λοιποὺς πάντας· εἵποντο δὲ καὶ Τεγεῆται.
而当他们在互相争论不休时,黎明来临了,在这段时间里一直坐着不动的保萨尼阿斯,认为如果其他拉刻代蒙人撤走,阿摩姆法里托斯就不会甘愿被留下来(事实也确实如此),便发出信号,带领其余的所有人穿过丘陵地带撤退;特革亚人也跟随着他们。
§9.56.2Ἀθηναῖοι δὲ ταχθέντες ἤισαν τὰ ἔμπαλιν ἢ Λακεδαιμόνιοι·
雅典人整队之后,朝着与拉刻代蒙人相反的方向前进。
οἳ μὲν γὰρ τῶν τε ὄχθων ἀντείχοντο καὶ τῆς ὑπωρέης τοῦ Κιθαιρῶνος φοβεόμενοι τὴν ἵππον, Ἀθηναῖοι δὲ κάτω τραφθέντες ἐς τὸ πεδίον.
因为后者由于害怕骑兵,紧贴着丘陵和基泰龙山的山麓前进,而雅典人则折向下方,进入了平原。