Humanitext Reader

希罗多德 · 历史 §9.57.1-9.57.3

阿摩姆法里托斯的合流与波斯骑兵追击

第 1512 段,共 1577 段 · 希腊语

内容简介

阿摩姆法里托斯见主力部队确实撤退,终于带领百人队跟上并与之会合。与此同时,蛮族骑兵发现希腊人阵地已空,便立即发起追击,向他们袭来。

§9.57.1Ἀμομφάρετος δὲ ἀρχήν γε οὐδαμὰ δοκέων Παυσανίην τολμήσειν σφέας ἀπολιπεῖν, περιείχετο αὐτοῦ μένοντας μὴ ἐκλιπεῖν τὴν τάξιν· προτερεόντων δὲ τῶν σὺν Παυσανίῃ, καταδόξας αὐτοὺς ἰθέῃ τέχνῃ ἀπολείπειν αὐτόν, ἀναλαβόντα τὸν λόχον τὰ ὅπλα ἦγε βάδην πρὸς τὸ ἄλλο στῖφος·
阿摩姆法里托斯起初根本不相信保萨尼阿斯竟敢丢下他们,因此坚持留在此地,不肯擅离职守;但当追随保萨尼阿斯的人们向前走去时,他怀疑对方是真的要抛弃自己,于是命令他的百人队拿起武器,迈步向主力部队走去。
§9.57.2τὸ δὲ ἀπελθὸν ὅσον τε δέκα στάδια ἀνέμενε τὸν Ἀμομφαρέτου λόχον, περὶ ποταμὸν Μολόεντα ἱδρυμένον Ἀργιόπιόν τε χῶρον καλεόμενον, τῇ καὶ Δήμητρος Ἐλευσινίης ἱρὸν ἧσται.
主力部队在撤退了约十斯塔迪翁的地方等待着阿摩姆法里托斯的百人队,他们驻扎在莫洛伊斯河畔一个叫作阿尔吉奥皮奥斯的地方,那里还建有埃琉西斯德墨忒尔的神庙。
ἀνέμενε δὲ τοῦδε εἵνεκα, ἵνα ἢν μὴ ἀπολείπῃ τὸν χῶρον ἐν τῷ ἐτετάχατο ὁ Ἀμομφάρετός τε καὶ ὁ λόχος, ἀλλʼ αὐτοῦ μένωσι, βοηθέοι ὀπίσω παρʼ ἐκείνους.
他们在此等待的原因在于:如果阿摩姆法里托斯和他的百人队不离开原先部署的地点而坚守原地,他们便可以返回去救援他们。
§9.57.3καὶ οἵ τε ἀμφὶ τὸν Ἀμομφάρετός παρεγίνοντό σφι καὶ ἡ ἵππος ἡ τῶν βαρβάρων προσέκειτο πᾶσα.
正当阿摩姆法里托斯和他的部下与主力会合时,蛮族的全体骑兵便向他们压了过来。
οἱ γὰρ ἱππόται ἐποίευν οἷον καὶ ἐώθεσαν ποιέειν αἰεί, ἰδόντες δὲ τὸν χῶρον κεινὸν ἐν τῷ ἐτετάχατο οἱ Ἕλληνες τῇσι προτέρῃσι ἡμέρῃσι, ἤλαυνον τοὺς ἵππους αἰεὶ τὸ πρόσω καὶ ἅμα καταλαβόντες προσεκέατό σφι.
因为骑兵们采取了他们一贯习以为常的行动:当看到前几天希腊人部署的地点已经空无一人时,他们便驱马不断向前,一追上他们,就立刻发起了猛烈的进攻。

词汇与语法注释

  1. §9.57.1ἀρχήν — 伴随否定词 οὐδαμά 的宾格 ἀρχήν 用作副词,表示“根本(不)”或“起初(不)”。
  2. §9.57.1ἀναλαβόντα — 分词 ἀναλαβόντα 采用了宾格单数阳性形式,但在语法上它指向的是主句动词 ἦγε 的主语(Amompharetus,主格)。这是希罗多德著作中常见的一种无主句/语路偏差(anacoluthon)现象,很可能是受到了前文中多个宾格(σφέας, αὐτούς, αὐτόν)的影响而产生的格的偏移。
  3. §9.57.2βοηθέοι — 祈愿语气动词 βοηθέοι 用于由 ἵνα 引导的目的从句中(因依附于主句的历史时态动词 ἀνέμενε),该目的从句内部嵌套了一个条件从句(ἢν μὴ ἀπολείπῃ...,使用虚拟语气)。这表达了主力部队在过去持有的意图,即“如果对方坚守原处就回去救援”。

引用这一段

希罗多德, 历史 §9.57.1-9.57.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.57.1-9.57.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。