§9.56.1καὶ ὃ μὲν ἀπαλλάσσετο ἐς τοὺς Ἀθηναίους· τοὺς δὲ ἐπεὶ ἀνακρινομένους πρὸς ἑωυτοὺς ἠὼς κατελάμβανε, ἐν τούτῳ τῷ χρόνῳ κατήμενος ὁ Παυσανίης, οὐ δοκέων τὸν Ἀμομφάρετον λείψεσθαι τῶν ἄλλων Λακεδαιμονίων ἀποστειχόντων, τὰ δὴ καὶ ἐγένετο, σημήνας ἀπῆγε διὰ τῶν κολωνῶν τοὺς λοιποὺς πάντας· εἵποντο δὲ καὶ Τεγεῆται.
And he departed to the Athenians; but as the dawn was overtaking them as they disputed with one another, during this time Pausanias, who had remained seated, thinking that Amompharetus would not be left behind when the other Lacedaemonians departed—which indeed also happened—gave the signal and led all the rest away through the hills; and the Tegeans also followed.
§9.56.2Ἀθηναῖοι δὲ ταχθέντες ἤισαν τὰ ἔμπαλιν ἢ Λακεδαιμόνιοι· οἳ μὲν γὰρ τῶν τε ὄχθων ἀντείχοντο καὶ τῆς ὑπωρέης τοῦ Κιθαιρῶνος φοβεόμενοι τὴν ἵππον, Ἀθηναῖοι δὲ κάτω τραφθέντες ἐς τὸ πεδίον.
The Athenians, having drawn themselves up, went in the opposite direction to the Lacedaemonians; for the latter clung to the ridges and the foothills of Cithaeron, fearing the cavalry, while the Athenians turned downward into the plain.