§9.52.1ταῦτα βουλευσάμενοι κείνην μὲν τὴν ἡμέρην πᾶσαν προσκειμένης τῆς ἵππου εἶχον πόνον ἄτρυτον·
在商定这些事情之后,由于敌方的骑兵不断袭扰,他们在那一整天里都承受着不绝的苦难。
ὡς δὲ ἥ τε ἡμέρη ἔληγε καὶ οἱ ἱππέες ἐπέπαυντο, νυκτὸς δὴ γινομένης καὶ ἐούσης τῆς ὥρης ἐς τὴν συνέκειτό σφι ἀπαλλάσσεσθαι, ἐνθαῦτα ἀερθέντες οἱ πολλοὶ ἀπαλλάσσοντο, ἐς μὲν τὸν χῶρον ἐς τὸν συνέκειτο οὐκ ἐν νόῳ ἔχοντες, οἳ δὲ ὡς ἐκινήθησαν ἔφευγον ἄσμενοι τὴν ἵππον πρὸς τὴν Πλαταιέων πόλιν, φεύγοντες δὲ ἀπικνέονται ἐπὶ τὸ Ἥραιον·
然而,随着白天结束,骑兵停止了攻击,夜色降临,且到了他们约定的撤退时刻,大多数人便拔营出发了,但他们心中并没有前往约定地点的打算;他们一旦开始移动,就为能够躲避骑兵而高兴地朝着普拉提亚城逃跑,在逃跑中他们来到了赫拉神殿(赫拉伊翁)。
τὸ δὲ πρὸ τῆς πόλιος ἐστὶ τῆς Πλαταιέων, εἴκοσι σταδίους ἀπὸ τῆς κρήνης τῆς Γαργαφίης ἀπέχον·
这所神殿位于普拉提亚城前,距离加尔加菲亚泉有二十斯塔德。
ἀπικόμενοι δὲ ἔθεντο πρὸ τοῦ ἱροῦ τὰ ὅπλα.
他们到达后,就在神殿前放下了武器。