§9.51.1βουλευομένοισι δὲ τοῖσι στρατηγοῖσι ἔδοξε, ἣν ὑπερβάλωνται ἐκείνην τὴν ἡμέρην οἱ Πέρσαι συμβολὴν ποιεύμενοι, ἐς τὴν νῆσον ἰέναι.
将领们经过商议后决定,如果波斯人在那天推迟交战,他们就前往那个“岛”。
ἣ δὲ ἐστὶ ἀπὸ τοῦ Ἀσωποῦ καὶ τῆς κρήνης τῆς Γαργαφίης, ἐπʼ ᾗ ἐστρατοπεδεύοντο τότε, δέκα σταδίους ἀπέχουσα, πρὸ τῆς Πλαταιέων πόλιος.
那地方距离阿索波斯河和他们当时驻军的加尔加菲亚泉有十斯塔德,位于普拉提亚城的前面。
§9.51.2νῆσος δὲ οὕτω ἂν εἴη ἐν ἠπείρῳ· σχιζόμενος ὁ ποταμὸς ἄνωθεν ἐκ τοῦ Κιθαιρῶνος ῥέει κάτω ἐς τὸ πεδίον, διέχων ἀπʼ ἀλλήλων τὰ ῥέεθρα ὅσον περ τρία στάδια, καὶ ἔπειτα συμμίσγει ἐς τὠυτό.
陆地上的“岛”是这样的:一条河流自上方的基泰戎山流下,进入平原时分叉,使两条水道彼此相距约三斯塔德,然后又重新合流。
οὔνομα δέ οἱ Ὠερόη·
这河的名字叫奥埃罗埃。
§9.51.3θυγατέρα δὲ ταύτην λέγουσι εἶναι Ἀσωποῦ οἱ ἐπιχώριοι.
当地人说,这奥埃罗埃是阿索波斯的女儿。
ἐς τοῦτον δὴ τὸν χῶρον ἐβουλεύσαντο μεταναστῆναι, ἵνα καὶ ὕδατι ἔχωσι χρᾶσθαι ἀφθόνῳ καὶ οἱ ἱππέες σφέας μὴ σινοίατο ὥσπερ κατιθὺ ἐόντων·
他们决定迁移到的正是这个地方,以便既能有充足的水源使用,又不会像直接面对敌人时那样受到骑兵的袭扰。
μετακινέεσθαί τε ἐδόκεε τότε ἐπεὰν τῆς νυκτὸς ᾖ δευτέρη φυλακή, ὡς ἂν μὴ ἰδοίατο οἱ Πέρσαι ἐξορμωμένους καί σφεας ἑπόμενοι ταράσσοιεν οἱ ἱππόται.
他们决定在夜间第二更时开始移动,以免波斯人看见他们出发,而让骑兵追击并骚扰他们。
§9.51.4ἀπικομένων δὲ ἐς τὸν χῶρον τοῦτον, τὸν δὴ ἡ Ἀσωπὶς Ὠερόη περισχίζεται ῥέουσα ἐκ τοῦ Κιθαιρῶνος, ὑπὸ τὴν νύκτα ταύτην ἐδόκεε τοὺς ἡμίσεας ἀποστέλλειν τοῦ στρατοπέδου πρὸς τὸν Κιθαιρῶνα, ὡς ἀναλάβοιεν τοὺς ὀπέωνας τοὺς ἐπὶ τὰ σιτία οἰχομένους· ἦσαν γὰρ ἐν τῷ Κιθαιρῶνι ἀπολελαμμένοι.
一旦到达这个地方(即阿索波斯之女奥埃罗埃自基泰戎山流下并环绕四周之地),他们决定就在那天夜里,派遣半数军队前往基泰戎山,以便接回那些前去运送粮食的仆人,因为这些仆人被阻隔在了基泰戎山中。