§9.48.1ἐπεὶ δὲ κατέστησαν ἐς τὰς ἀρχαίας τάξις, πέμψας ὁ Μαρδόνιος κήρυκα ἐς τοὺς Σπαρτιήτας ἔλεγε τάδε. ὦ Λακεδαιμόνιοι, ὑμεῖς δὴ λέγεσθε εἶναι ἄνδρες ἄριστοι ὑπὸ τῶν τῇδε ἀνθρώπων, ἐκπαγλεομένων ὡς οὔτε φεύγετε ἐκ πολέμου οὔτε τάξιν ἐκλείπετε, μένοντές τε ἢ ἀπόλλυτε τοὺς ἐναντίους ἢ αὐτοὶ ἀπόλλυσθε.
当他们回到原来的位置时,马尔多尼乌斯派了一名使者去见斯巴达人,说道: “拉刻代蒙人啊,此地的人们确实称你们为最勇猛的人,他们惊叹你们既不从战场上逃跑,也不放弃阵地,而是坚守原地,要么消灭对手,要么自己牺牲。
§9.48.2τῶν δʼ ἄρʼ ἦν οὐδὲν ἀληθές·
然而,这些传言没有一个是真的。
πρὶν γὰρ ἢ συμμῖξαι ἡμέας ἐς χειρῶν τε νόμον ἀπικέσθαι, καὶ δὴ φεύγοντας καὶ στάσιν ἐκλείποντας ὑμέας εἴδομεν, ἐν Ἀθηναίοισί τε τὴν πρόπειραν ποιευμένους αὐτούς τε ἀντία δούλων τῶν ἡμετέρων τασσομένους.
因为在我们交战并进行肉搏战之前,我们已经看到你们逃跑并放弃了阵地,让雅典人去进行首次尝试,而你们自己则部署在我们奴隶的对面。
§9.48.3ταῦτα οὐδαμῶς ἀνδρῶν ἀγαθῶν ἔργα, ἀλλὰ πλεῖστον δὴ ἐν ὑμῖν ἐψεύσθημεν.
这绝非勇士的作为;相反,我们对你们大失所望。
προσδεκόμενοι γὰρ κατὰ κλέος ὡς δὴ πέμψετε ἐς ἡμέας κήρυκα προκαλεύμενοι καὶ βουλόμενοι μούνοισι Πέρσῃσι μάχεσθαι, ἄρτιοι ἐόντες ποιέειν ταῦτα οὐδὲν τοιοῦτο λέγοντας ὑμέας εὕρομεν ἀλλὰ πτώσσοντας μᾶλλον.
因为根据你们的名声,我们本以为你们会向我们派来使者,提出挑战并希望仅与波斯人交战,尽管我们已准备好这样做,却发现你们没有说任何此类的话,反而只是在畏缩。
νῦν ὦν ἐπειδὴ οὐκ ὑμεῖς ἤρξατε τούτου τοῦ λόγου, ἀλλʼ ἡμεῖς ἄρχομεν.
既然你们没有提出这个建议,那就由我们来开始吧。
§9.48.4τί δὴ οὐ πρὸ μὲν τῶν Ἑλλήνων ὑμεῖς, ἐπείτε δεδόξωσθε εἶναι ἄριστοι, πρὸ δὲ τῶν βαρβάρων ἡμεῖς ἴσοι πρὸς ἴσους ἀριθμὸν ἐμαχεσάμεθα;
那么,既然你们被公认为最优秀的人,为什么你们不代表希腊人,而我们代表野蛮人,双方以同等的人数进行决战呢?
καὶ ἢν μὲν δοκέῃ καὶ τοὺς ἄλλους μάχεσθαι, οἱ δʼ ὦν μετέπειτα μαχέσθων ὕστεροι· εἰ δὲ καὶ μὴ δοκέοι ἀλλʼ ἡμέας μούνους ἀποχρᾶν, ἡμεῖς δὲ διαμαχεσώμεθα·
如果大家认为其他的人也应该战斗,那么他们以后再战;但如果大家不这样认为,而觉得仅我们双方就足够了,那就让我们决一死战。
ὁκότεροι δʼ ἂν ἡμέων νικήσωσι, τούτους τῷ ἅπαντι στρατοπέδῳ νικᾶν.
我们中获胜的一方,即代表全军赢得胜利。 ”