§9.47.1ὡς δʼ ἤρεσκε ἀμφοτέροισι ταῦτα, ἠώς τε διέφαινε καὶ διαλλάσσοντο τὰς τάξις.
由于双方都赞同此事,天刚破晓,他们便开始调换位置。
γνόντες δὲ οἱ Βοιωτοὶ τὸ ποιεύμενον ἐξαγορεύουσι Μαρδονίῳ.
然而,波伊奥蒂亚人察觉到了这一动向,并报告给马尔多尼乌斯。
ὃ δʼ ἐπείτε ἤκουσε, αὐτίκα μετιστάναι καὶ αὐτὸς ἐπειρᾶτο, παράγων τοὺς Πέρσας κατὰ τοὺς Λακεδαιμονίους.
他一听闻此事,立刻也企图改变自己的位置,将波斯人引至拉刻代蒙人对面。
ὡς δὲ ἔμαθε τοῦτο τοιοῦτο γινόμενον ὁ Παυσανίης, γνοὺς ὅτι οὐ λανθάνει, ὀπίσω ἦγε τοὺς Σπαρτιήτας ἐπὶ τὸ δεξιὸν κέρας· ὣς δὲ οὕτως καὶ ὁ Μαρδόνιος ἐπὶ τοῦ εὐωνύμου.
当保萨尼亚斯得知这一情况正是如此发生时,意识到自己并未瞒过对方,便将斯巴达人重新带回右翼;而马尔多尼乌斯也以同样的方式退回了左翼。