§9.48.1ἐπεὶ δὲ κατέστησαν ἐς τὰς ἀρχαίας τάξις, πέμψας ὁ Μαρδόνιος κήρυκα ἐς τοὺς Σπαρτιήτας ἔλεγε τάδε. ὦ Λακεδαιμόνιοι, ὑμεῖς δὴ λέγεσθε εἶναι ἄνδρες ἄριστοι ὑπὸ τῶν τῇδε ἀνθρώπων, ἐκπαγλεομένων ὡς οὔτε φεύγετε ἐκ πολέμου οὔτε τάξιν ἐκλείπετε, μένοντές τε ἢ ἀπόλλυτε τοὺς ἐναντίους ἢ αὐτοὶ ἀπόλλυσθε.
When they had returned to their original positions, Mardonius sent a herald to the Spartans and said this: "Lacedaemonians, you are indeed said to be the bravest men by the people here, who are amazed that you neither flee from war nor leave your post, but remaining, either destroy your opponents or are destroyed yourselves.
§9.48.2τῶν δʼ ἄρʼ ἦν οὐδὲν ἀληθές·
But of these things, as it turned out, nothing was true.
πρὶν γὰρ ἢ συμμῖξαι ἡμέας ἐς χειρῶν τε νόμον ἀπικέσθαι, καὶ δὴ φεύγοντας καὶ στάσιν ἐκλείποντας ὑμέας εἴδομεν, ἐν Ἀθηναίοισί τε τὴν πρόπειραν ποιευμένους αὐτούς τε ἀντία δούλων τῶν ἡμετέρων τασσομένους.
For before we could join battle and come to hand-to-hand combat, we already saw you fleeing and leaving your post, making the first trial in the person of the Athenians, and arranging yourselves opposite our slaves.
§9.48.3ταῦτα οὐδαμῶς ἀνδρῶν ἀγαθῶν ἔργα, ἀλλὰ πλεῖστον δὴ ἐν ὑμῖν ἐψεύσθημεν.
These are by no means the deeds of brave men; rather, we were completely deceived in you.
προσδεκόμενοι γὰρ κατὰ κλέος ὡς δὴ πέμψετε ἐς ἡμέας κήρυκα προκαλεύμενοι καὶ βουλόμενοι μούνοισι Πέρσῃσι μάχεσθαι, ἄρτιοι ἐόντες ποιέειν ταῦτα οὐδὲν τοιοῦτο λέγοντας ὑμέας εὕρομεν ἀλλὰ πτώσσοντας μᾶλλον.
For, expecting according to your reputation that you would send a herald to us, challenging us and wishing to fight with the Persians alone, we, though prepared to do this, found you saying nothing of the sort, but rather cowering.
νῦν ὦν ἐπειδὴ οὐκ ὑμεῖς ἤρξατε τούτου τοῦ λόγου, ἀλλʼ ἡμεῖς ἄρχομεν.
Now therefore, since you did not begin this proposal, we begin it.
§9.48.4τί δὴ οὐ πρὸ μὲν τῶν Ἑλλήνων ὑμεῖς, ἐπείτε δεδόξωσθε εἶναι ἄριστοι, πρὸ δὲ τῶν βαρβάρων ἡμεῖς ἴσοι πρὸς ἴσους ἀριθμὸν ἐμαχεσάμεθα;
Why then do you not, on behalf of the Greeks, since you are reputed to be the best, and we on behalf of the barbarians, fight, equal in number against equal?
καὶ ἢν μὲν δοκέῃ καὶ τοὺς ἄλλους μάχεσθαι, οἱ δʼ ὦν μετέπειτα μαχέσθων ὕστεροι· εἰ δὲ καὶ μὴ δοκέοι ἀλλʼ ἡμέας μούνους ἀποχρᾶν, ἡμεῖς δὲ διαμαχεσώμεθα· ὁκότεροι δʼ ἂν ἡμέων νικήσωσι, τούτους τῷ ἅπαντι στρατοπέδῳ νικᾶν.
And if it seems best that the others also should fight, let them fight afterwards; but if it does not seem best, and it is enough for us alone, then let us fight it out; and whichever side of us wins, let them win for the whole army."