§9.46.1οἱ δὲ στρατηγοὶ τῶν Ἀθηναίων ἐλθόντες ἐπὶ τὸ δεξιὸν κέρας ἔλεγον Παυσανίῃ τά περ ἤκουσαν Ἀλεξάνδρου.
雅典人的将军们来到右翼,向保萨尼亚斯转告了他们从亚历山大那里听到的那些话。
ὁ δὲ τούτῳ τῷ λόγῳ καταρρωδήσας τοὺς Πέρσας ἔλεγε τάδε. §9.46.2ἐπεὶ τοίνυν ἐς ἠῶ ἡ συμβολὴ γίνεται, ὑμέας μὲν χρεόν ἐστι τοὺς Ἀθηναίους στῆναι κατὰ τοὺς Πέρσας, ἡμέας δὲ κατὰ τοὺς Βοιωτούς τε καὶ τοὺς κατʼ ὑμέας τεταγμένους Ἑλλήνων, τῶνδε εἵνεκα· ὑμεῖς ἐπίστασθε τοὺς Μήδους καὶ τὴν μάχην αὐτῶν ἐν Μαραθῶνι μαχεσάμενοι, ἡμεῖς δὲ ἄπειροί τε εἰμὲν καὶ ἀδαέες τούτων τῶν ἀνδρῶν· Σπαρτιητέων γὰρ οὐδεὶς πεπείρηται Μήδων·
保萨尼亚斯因这番话而对波斯人产生了畏惧,便这样说道: “既然天亮时就要交战,那么你们雅典人理应去对阵波斯人,而我们则去对阵波伊奥蒂亚人以及部署在你们对面的那些希腊人,原因如下:你们曾在马拉松战斗过,因而了解米底人及其战斗方式,而我们对这些人既无经验也无了解;因为斯巴达人中没有一个人与米底人交过手。
ἡμεῖς δὲ Βοιωτῶν καὶ Θεσσαλῶν ἔμπειροι εἰμέν.
然而,我们对波伊奥蒂亚人和色萨利人是有经验的。
§9.46.3ἀλλʼ ἀναλαβόντας τὰ ὅπλα χρεόν ἐστι ἰέναι ὑμέας ἐς τόδε τὸ κέρας, ἡμέας δὲ ἐς τὸ εὐώνυμον.
因此,你们理应拿起武器移防到这个翼来,而我们则移防到左翼。
πρὸς δὲ ταῦτα εἶπαν οἱ Ἀθηναῖοι τάδε. καὶ αὐτοῖσι ἡμῖν πάλαι ἀπʼ ἀρχῆς, ἐπείτε εἴδομεν κατʼ ὑμέας τασσομένους τοὺς Πέρσας, ἐν νόῳ ἐγένετο εἰπεῖν ταῦτα τά περ ὑμεῖς φθάντες προφέρετε·
” 对此,雅典人作出了如下回答: “其实我们自己从一开始,一看到波斯人被部署在你们对面时,心里就已经想提出你们现在抢先提出来的这番建议了。
ἀλλὰ ἀρρωδέομεν μὴ ὑμῖν οὐκ ἡδέες γένωνται οἱ λόγοι.
但我们一直害怕这些话可能不合你们的心意。
ἐπεὶ δʼ ὦν αὐτοὶ ἐμνήσθητε, καὶ ἡδομένοισι ἡμῖν οἱ λόγοι γεγόνασι καὶ ἕτοιμοι εἰμὲν ποιέειν ταῦτα.
不过,既然你们自己提出来了,这番话对我们来说正是求之不得,我们已经准备好这样做。 ”