§9.25.1οἱ μέν νυν βάρβαροι τρόπῳ τῷ σφετέρῳ ἀποθανόντα ἐτίμων Μασίστιον·
异族人便用他们自己的方式悼念死去的马西斯提乌斯。
οἱ δὲ Ἕλληνες ὡς τὴν ἵππον ἐδέξαντο προσβάλλουσαν καὶ δεξάμενοι ὤσαντο, ἐθάρσησάν τε πολλῷ μᾶλλον καὶ πρῶτα μὲν ἐς ἅμαξαν ἐσθέντες τὸν νεκρὸν παρὰ τὰς τάξις ἐκόμιζον·
而希腊人既已承受了骑兵的进攻并击退了他们,便勇气倍增,首先把尸体放在一辆马车上,沿着阵列运送。
ὁ δὲ νεκρὸς ἦν θέης ἄξιος μεγάθεος εἵνεκα καὶ κάλλεος, τῶν δὴ εἵνεκα καὶ ταῦτα ἐποίευν· ἐκλείποντες τὰς τάξις ἐφοίτων θεησόμενοι Μασίστιον.
尸体因其高大和俊美而值得一看,也正是因为这个原因,他们才这样做:他们离开自己的阵列,成群结队地走来看马西斯提乌斯。
§9.25.2μετὰ δὲ ἔδοξέ σφι ἐπικαταβῆναι ἐς Πλαταιάς· ὁ γὰρ χῶρος ἐφαίνετο πολλῷ ἐὼν ἐπιτηδεότερός σφι ἐνστρατοπεδεύεσθαι ὁ Πλαταιικὸς τοῦ Ἐρυθραίου τά τε ἄλλα καὶ εὐυδρότερος.
此后,他们决定下到普拉提亚;因为普拉提亚的土地看来比埃律特莱的土地更适合他们驻扎,无论是由于其他原因,还是特别因为那里水源更充足。
ἐς τοῦτον δὴ τὸν χῶρον καὶ ἐπὶ τὴν κρήνην τὴν Γαργαφίην τὴν ἐν τῷ χώρῳ τούτῳ ἐοῦσαν ἔδοξέ σφι χρεὸν εἶναι ἀπικέσθαι καὶ διαταχθέντας στρατοπεδεύεσθαι.
于是,他们决定应当到这个地方,并到位于该处的加尔加菲亚泉旁,按阵列排定后驻扎下来。
§9.25.3ἀναλαβόντες δὲ τὰ ὅπλα ἤισαν διὰ τῆς ὑπωρέης τοῦ Κιθαιρῶνος παρὰ Ὑσιὰς ἐς τὴν Πλαταιίδα γῆν, ἀπικόμενοι δὲ ἐτάσσοντο κατὰ ἔθνεα πλησίον τῆς τε κρήνης τῆς Γαργαφίης καὶ τοῦ τεμένεος τοῦ Ἀνδροκράτεος τοῦ ἥρωος, διὰ ὄχθων τε οὐκ ὑψηλῶν καὶ ἀπέδου χώρου.
他们便拿起武器,沿着基泰戎山麓,经过许西亚一侧,进入普拉提亚的土地。 到达后,他们按部族在加尔加菲亚泉和英雄安德罗克拉特斯的圣所附近排定阵列,分布在不高的小丘和平坦的地面上。