§9.26.1ἐνθαῦτα ἐν τῇ διατάξι ἐγένετο λόγων πολλῶν ὠθισμὸς Τεγεητέων τε καὶ Ἀθηναίων·
そこで、この整列に際して、テゲア人とアテナイ人の間で激しい言葉の応酬が生じた。
ἐδικαίευν γὰρ αὐτοὶ ἑκάτεροι ἔχειν τὸ ἕτερον κέρας, καὶ καινὰ καὶ παλαιὰ παραφέροντες ἔργα.
というのも、彼らはそれぞれ自分たちがもう一方の翼を占める権利があると主張し、新旧の功績を引き合いに出したからである。
τοῦτο μὲν οἱ Τεγεῆται ἔλεγον τάδε.
まず、テゲア人は次のように主張した。
§9.26.2ἡμεῖς αἰεί κοτε ἀξιεύμεθα ταύτης τῆς τάξιος ἐκ τῶν συμμάχων ἁπάντων, ὅσαι ἤδη ἔξοδοι κοιναὶ ἐγένοντο Πελοποννησίοισι καὶ τὸ παλαιὸν καὶ τὸ νέον, ἐξ ἐκείνου τοῦ χρόνου ἐπείτε Ἡρακλεῖδαι ἐπειρῶντο μετὰ τὸν Εὐρυσθέος θάνατον κατιόντες ἐς Πελοπόννησον·
「私たちは、ペロポネソス人の共同の遠征が古今にわたって行われた際には常に、同盟者全員の中からこの位置を占めるにふさわしいと常に認められてきました。 それは、ヘラクレスの末裔たちがエウリュステウスの死後、ペロポネソス半島へ帰還しようと試みたあの時から始まっています。
§9.26.3τότε εὑρόμεθα τοῦτο διὰ πρῆγμα τοιόνδε.
当時、私たちは以下のような出来事によってこの特権を獲得したのです。
ἐπεὶ μετὰ Ἀχαιῶν καὶ Ἰώνων τῶν τότε ἐόντων ἐν Πελοποννήσῳ ἐκβοηθήσαντες ἐς τὸν Ἰσθμὸν ἱζόμεθα ἀντίοι τοῖσι κατιοῦσι, τότε ὦν λόγος Ὕλλον ἀγορεύσασθαι ὡς χρεὸν εἴη τὸν μὲν στρατὸν τῷ στρατῷ μὴ ἀνακινδυνεύειν συμβάλλοντα, ἐκ δὲ τοῦ Πελοποννησίου στρατοπέδου τὸν ἂν σφέων αὐτῶν κρίνωσι εἶναι ἄριστον, τοῦτόν οἱ μουνομαχῆσαι ἐπὶ διακειμένοισι.
当時ペロポネソスにいたアカイア人やイオニア人とともに、私たちが救援に赴いて地峡に陣を張り、帰還しようとする者たちと対峙したとき、ヒュロスが次のように告げたと言われています。 すなわち、軍勢同士が衝突して危険を冒す必要はなく、ペロポネソス側の陣営から、彼ら自身が最も優秀であると判断する者を一人選び、定められた条件のもとで自分と一騎打ちをさせるべきである、と。
§9.26.4ἔδοξέ τε τοῖσι Πελοποννησίοισι ταῦτα εἶναι ποιητέα καὶ ἔταμον ὅρκιον ἐπὶ λόγῳ τοιῷδε, ἢν μὲν Ὕλλος νικήσῃ τὸν Πελοποννησίων ἡγεμόνα, κατιέναι Ἡρακλείδας ἐπὶ τὰ πατρώια, ἢν δὲ νικηθῇ, τὰ ἔμπαλιν Ἡρακλείδας ἀπαλλάσσεσθαι καὶ ἀπάγειν τὴν στρατιὴν ἑκατόν τε ἐτέων μὴ ζητῆσαι κάτοδον ἐς Πελοπόννησον.
ペロポネソス人たちもこれを実行すべきだと合意し、次のような条件のもとに誓いを交わしました。 もしヒュロスがペロポネソス側の指導者に勝利すれば、ヘラクレスの末裔たちは父祖の地へ帰還すること、しかしもし敗北すれば、逆の条件として、ヘラクレスの末裔たちは立ち去って軍勢を引き揚げ、百年間はペロポネソスへの帰還を求めないこと、という条件です。
§9.26.5προσκρίθη τε δὴ ἐκ πάντων τῶν συμμάχων ἐθελοντὴς Ἔχεμος ὁ Ἠερόπου τοῦ Φηγέος στρατηγός τε ἐὼν καὶ βασιλεὺς ἡμέτερος, καὶ ἐμουνομάχησέ τε καὶ ἀπέκτεινε Ὕλλον.
そして、すべての同盟者の中から、私たちの将軍であり王であった、エロポスの子、ペゲウスの孫であるエケモスが志願して選ばれ、一騎打ちを行ってヒュロスを討ち取りました。
ἐκ τούτου τοῦ ἔργου εὑρόμεθα ἐν Πελοποννησίοισί γε τοῖσι τότε καὶ ἄλλα γέρεα μεγάλα, τὰ διατελέομεν ἔχοντες, καὶ τοῦ κέρεος τοῦ ἑτέρου αἰεὶ ἡγεμονεύειν κοινῆς ἐξόδου γινομένης.
この功績により、私たちは当時のペロポネソス人たちから、今なお持ち続けている他の数々の大きな特権とともに、共同の遠征が行われる際には常に、もう一方の翼を指揮するという特権をも獲得したのです。
§9.26.6ὑμῖν μέν νυν ὦ Λακεδαιμόνιοι οὐκ ἀντιεύμεθα, ἀλλὰ διδόντες αἵρεσιν ὁκοτέρου βούλεσθε κέρεος ἄρχειν παρίεμεν·
ラケダイモン人よ、私たちはあなた方には決して反対せず、あなた方がどちらの翼を率いたいと望んでも、その選択に委ねて譲ります。
τοῦ δὲ ἑτέρου φαμὲν ἡμέας ἱκνέεσθαι ἡγεμονεύειν κατά περ ἐν τῷ πρόσθε χρόνῳ.
しかし、もう一方の翼については、かつてそうであったように、私たちが指揮するのが当然であると主張します。
χωρίς τε τούτου τοῦ ἀπηγημένου ἔργου ἀξιονικότεροί εἰμεν Ἀθηναίων ταύτην τὴν τάξιν ἔχειν.
また、今述べた功績は別としても、私たちはアテナイ人よりもこの位置を占めるにふさわしい実績を持っています。
§9.26.7πολλοὶ μὲν γὰρ καὶ εὖ ἔχοντες πρὸς ὑμέας ἡμῖν, ἄνδρες Σπαρτιῆται, ἀγῶνες ἀγωνίδαται, πολλοὶ δὲ καὶ πρὸς ἄλλους.
スパルタの人々よ、私たちは、あなた方に対しても多くの輝かしい戦いを立派に戦い抜いてきましたし、他の人々に対しても同様です。
οὕτω ὦν δίκαιον ἡμέας ἔχειν τὸ ἕτερον κέρας ἤ περ Ἀθηναίους·
したがって、私たちがアテナイ人よりももう一方の翼を占める方が正当なのです。
οὐ γάρ σφι ἐστὶ ἔργα οἷά περ ἡμῖν κατεργασμένα, οὔτʼ ὦν καινὰ οὔτε παλαιά.
なぜなら、彼らには、私たちが成し遂げたような功績は、新旧を問わず、何一つないからです。 」