§9.2.1ἐπεὶ δὲ πορευόμενος γίνεται ὁ στρατὸς ἐν Βοιωτοῖσι, οἱ Θηβαῖοι κατελάμβανον τὸν Μαρδόνιον καὶ συνεβούλευον αὐτῷ λέγοντες ὡς οὐκ εἴη χῶρος ἐπιτηδεότερος ἐνστρατοπεδεύεσθαι ἐκείνου, οὐδὲ ἔων ἰέναι ἑκαστέρω, ἀλλʼ αὐτοῦ ἱζόμενον ποιέειν ὅκως ἀμαχητὶ τὴν πᾶσαν Ἑλλάδα καταστρέψεται.
当行进中的军队抵达波奥提亚时,底比斯人极力留住马尔多尼乌斯,并向他建议说,没有比那里更适合驻军的地方了。 他们不让他再往前走,而是劝他驻扎在当地,设法不战而平定整个希腊。
§9.2.2κατὰ μὲν γὰρ τὸ ἰσχυρὸν Ἕλληνας ὁμοφρονέοντας, οἵ περ καὶ πάρος ταὐτὰ ἐγίνωσκον, χαλεπὰ εἶναι περιγίνεσθαι καὶ ἅπασι ἀνθρώποισι·
因为他们说,如果要凭武力,对于任何人类而言,要想战胜那些心意一致、而且从前也持相同意见的希腊人,都是十分困难的。
εἰ δὲ ποιήσεις τὰ ἡμεῖς παραινέομεν,
ἔφασαν λέγοντες,
ἕξεις ἀπόνως πάντα τὰ ἐκείνων ἰσχυρὰ βουλεύματα·
“但如果你按照我们的建议去做,”他们接着说,“你就可以毫不费力地破除他们一切强有力的计划。
§9.2.3πέμπε χρήματα ἐς τοὺς δυναστεύοντας ἄνδρας ἐν τῇσι πόλισι, πέμπων δὲ τὴν Ἑλλάδα διαστήσεις· ἐνθεῦτεν δὲ τοὺς μὴ τὰ σὰ φρονέοντας ῥηιδίως μετὰ τῶν στασιωτέων καταστρέψεαι.
你应当向各城邦中掌权的人送去金钱,通过赠送金钱,你将使希腊产生分裂;然后,你就可以轻而易举地同那些倒向你的党羽一起,征服那些不顺从你意愿的人。 ”