§9.1.1Μαρδόνιος δέ, ὥς οἱ ἀπονοστήσας Ἀλέξανδρος τὰ παρὰ Ἀθηναίων ἐσήμηνε, ὁρμηθεὶς ἐκ Θεσσαλίης ἦγε τὴν στρατιὴν σπουδῇ ἐπὶ τὰς Ἀθήνας.
马尔多尼乌斯在归来的亚历山大向他报告了雅典人的答复后,便从色萨利出发,率军火速向雅典进发。
ὅκου δὲ ἑκάστοτε γίνοιτο, τούτους παρελάμβανε.
每到一处,他都将当地人编入自己的军队。
τοῖσι δὲ Θεσσαλίης ἡγεομένοισι οὔτε τὰ πρὸ τοῦ πεπρηγμένα μετέμελε οὐδὲν πολλῷ τε μᾶλλον ἐπῆγον τὸν Πέρσην, καὶ συμπροέπεμψέ τε Θώρηξ ὁ Ληρισαῖος Ξέρξην φεύγοντα καὶ τότε ἐκ τοῦ φανεροῦ παρῆκε Μαρδόνιον ἐπὶ τὴν Ἑλλάδα.
至于色萨利的领袖们,他们对以前所做的事毫无悔意,反而更加极力地引诱波斯人入侵;拉里萨的托拉克斯曾陪同败退的薛西斯并送他出境,此时他也公开地放马尔多尼乌斯进入希腊。