§9.2.1ἐπεὶ δὲ πορευόμενος γίνεται ὁ στρατὸς ἐν Βοιωτοῖσι, οἱ Θηβαῖοι κατελάμβανον τὸν Μαρδόνιον καὶ συνεβούλευον αὐτῷ λέγοντες ὡς οὐκ εἴη χῶρος ἐπιτηδεότερος ἐνστρατοπεδεύεσθαι ἐκείνου, οὐδὲ ἔων ἰέναι ἑκαστέρω, ἀλλʼ αὐτοῦ ἱζόμενον ποιέειν ὅκως ἀμαχητὶ τὴν πᾶσαν Ἑλλάδα καταστρέψεται.
軍が進んでボイオティアに入ると、テーバイ人たちはマルドニオスを引き留め、彼に助言して、軍を駐留させるのにそこ以上に適した場所はないと言い、それ以上先へ進むことを許さず、むしろそこに留まって戦わずしてギリシア全土を征服するように取り計らうべきだと勧めた。
§9.2.2κατὰ μὲν γὰρ τὸ ἰσχυρὸν Ἕλληνας ὁμοφρονέοντας, οἵ περ καὶ πάρος ταὐτὰ ἐγίνωσκον, χαλεπὰ εἶναι περιγίνεσθαι καὶ ἅπασι ἀνθρώποισι·
なぜなら、力ずくでは、以前からも同じ志を抱き、一致団結しているギリシア人たちに打ち勝つことは、いかなる人々にとっても困難だからである。
εἰ δὲ ποιήσεις τὰ ἡμεῖς παραινέομεν,
ἔφασαν λέγοντες,
ἕξεις ἀπόνως πάντα τὰ ἐκείνων ἰσχυρὰ βουλεύματα·
「しかし、もしあなたが私たちの勧めることを行うなら」と彼らは言葉を続けて言った、「あなたは労せずして、彼らの強固な計画をすべて手中に収めることになるでしょう。
§9.2.3πέμπε χρήματα ἐς τοὺς δυναστεύοντας ἄνδρας ἐν τῇσι πόλισι, πέμπων δὲ τὴν Ἑλλάδα διαστήσεις·
諸都市で実権を握っている者たちに金を送りなさい。 そうして金を送ることで、あなたはギリシアを分裂させることになるでしょう。
ἐνθεῦτεν δὲ τοὺς μὴ τὰ σὰ φρονέοντας ῥηιδίως μετὰ τῶν στασιωτέων καταστρέψεαι.
そうすれば、あなたと同じ考えを持たない者たちを、党派を組んだ者たちとともに容易に征服することができるでしょう。 」