§9.13.1ὃ μὲν δὴ εἴπας ταῦτα ἀπαλλάσσετο ὀπίσω, Μαρδόνιος δὲ οὐδαμῶς ἔτι πρόθυμος ἦν μένειν ἐν τῇ Ἀττικῇ, ὡς ἤκουσε ταῦτα.
他说完这些话后便转身回去了。 而马尔多尼乌斯听到这些,就再也没有任何意愿留在阿提卡了。
πρὶν μέν νυν ἢ πυθέσθαι ἀνεκώχευε, θέλων εἰδέναι τὸ παρʼ Ἀθηναίων, ὁκοῖόν τι ποιήσουσι, καὶ οὔτε ἐπήμαινε οὔτε ἐσίνετο γῆν τὴν Ἀττικήν, ἐλπίζων διὰ παντὸς τοῦ χρόνου ὁμολογήσειν σφέας·
此前,在得知消息之前,他一直按兵不动,想看看雅典人会怎么做,因此他既没有伤害也没有掠夺阿提卡的土地,始终希望他们能达成和解。
§9.13.2ἐπεὶ δὲ οὐκ ἔπειθε, πυθόμενος πάντα λόγον, πρὶν ἢ τοὺς μετὰ Παυσανίεω ἐς τὸν Ἰσθμὸν ἐσβαλεῖν, ὑπεξεχώρεε ἐμπρήσας τε τὰς Ἀθήνας, καὶ εἴ κού τι ὀρθὸν ἦν τῶν τειχέων ἢ τῶν οἰκημάτων ἢ τῶν ἱρῶν, πάντα καταβαλὼν καὶ συγχώσας.
但既然他无法说服他们,且在获悉了全部情况后,在跟随保萨尼亚斯的人马进入地峡之前,他便撤退了,同时放火烧毁了雅典,并且只要有任何城墙、房屋或神庙还完好直立着,他就把它们全部推倒并夷为平地。
§9.13.3ἐξήλαυνε δὲ τῶνδε εἵνεκεν, ὅτι οὔτε ἱππασίμη ἡ χώρη ἦν ἡ Ἀττική, εἴ τε νικῷτο συμβαλών, ἀπάλλαξις οὐκ ἦν ὅτι μὴ κατὰ στεινόν, ὥστε ὀλίγους σφέας ἀνθρώπους ἴσχειν.
他撤军的原因如下:阿提卡地区不适合骑兵行动,而且一旦在交战中溃败,除了通过狭窄的通道外别无退路,以至于少数人就能阻挡他们。
ἐβουλεύετο ὦν ἐπαναχωρήσας ἐς τὰς Θήβας συμβαλεῖν πρὸς πόλι τε φιλίῃ καὶ χώρῃ ἱππασίμῳ.
因此,他计划退回底比斯,在友好的城市和适合骑兵行动的地区附近交战。