§9.11.1οἳ μὲν δὴ σὺν Παυσανίῃ ἐξεληλύθεσαν ἔξω Σπάρτης·
且说他们已经和保萨尼亚斯一起离开了斯巴达。
οἱ δὲ ἄγγελοι, ὡς ἡμέρη ἐγεγόνεε, οὐδὲν εἰδότες περὶ τῆς ἐξόδου ἐπῆλθον ἐπὶ τοὺς ἐφόρους, ἐν νόῳ δὴ ἔχοντες ἀπαλλάσσεσθαι καὶ αὐτοὶ ἐπὶ τὴν ἑωυτοῦ ἕκαστος· ἐπελθόντες δὲ ἔλεγον τάδε.
而使节们在天亮时,对这次出发一无所知,便来到监察官那里,他们自己也正打算各自返回本邦。
ὑμεῖς μὲν, ὦ Λακεδαιμόνιοι αὐτοῦ τῇδε μένοντες Ὑακίνθιά τε ἄγετε καὶ παίζετε, καταπροδόντες τοὺς συμμάχους·
他们来到后,便这样说道:“拉刻代蒙人啊,你们留在此地,庆祝着许阿铿提亚节并尽情玩乐,却彻底背弃了盟友。
Ἀθηναῖοι δὲ ὡς ἀδικεόμενοι ὑπὸ ὑμέων χήτεΐ τε συμμάχων καταλύσονται τῷ Πέρσῃ οὕτω ὅκως ἄν δύνωνται·
而雅典人由于受到你们的冤屈,又缺乏盟友,将会尽其所能与波斯人和解。
§9.11.2καταλυσάμενοι δέ, δῆλα γὰρ ὅτι σύμμαχοι βασιλέος γινόμεθα, συστρατευσόμεθα ἐπʼ ἣν ἂν ἐκεῖνοι ἐξηγέωνται.
一旦和解——因为显然我们将成为国王的盟友——我们就会在他们的引领下,共同征讨他们所指示的任何地方。
ὑμεῖς δὲ τὸ ἐνθεῦτεν μαθήσεσθε ὁκοῖον ἄν τι ὑμῖν ἐξ αὐτοῦ ἐκβαίνῃ.
至于其后果会给你们带来什么,你们往后自然会明白。
ταῦτα λεγόντων τῶν ἀγγέλων, οἱ ἔφοροι εἶπαν ἐπʼ ὅρκου καὶ δὴ δοκέειν εἶναι ἐν Ὀρεσθείῳ στείχοντας ἐπὶ τοὺς ξείνους.
”使节们说了这些话后,监察官们便起誓说,他们相信那些人已经在奥勒斯泰翁,正朝着“外邦人”行军。
ξείνους γὰρ ἐκάλεον τοὺς βαρβάρους.
因为他们把蛮族人称为“外邦人”。
§9.11.3οἳ δὲ ὡς οὐκ εἰδότες ἐπειρώτων τὸ λεγόμενον, ἐπειρόμενοι δὲ ἐξέμαθον πᾶν τὸ ἐόν, ὥστε ἐν θώματι γενόμενοι ἐπορεύοντο τὴν ταχίστην διώκοντες·
使节们对此不甚理解,便询问这话的意思,在询问中他们得知了全部真相,于是大为惊异,立刻以最快的速度动身追赶。
σὺν δέ σφι τῶν περιοίκων Λακεδαιμονίων λογάδες πεντακισχίλιοι ὁπλῖται τὠυτὸ τοῦτο ἐποίεον.
与他们一起,拉刻代蒙周边自由民的五千名精锐重装步兵也采取了同样的行动。