§9.107.1τῶν δὲ ἀποφυγόντων βαρβάρων ἐς τὰ ἄκρα τῆς Μυκάλης κατειληθέντων, ἐόντων οὐ πολλῶν, ἐγίνετο κομιδὴ ἐς Σάρδις.
至于那些逃脱并被困在米卡雷山顶的蛮族,人数并不多,他们向萨尔狄斯退却。
πορευομένων δὲ κατʼ ὁδὸν Μασίστης ὁ Δαρείου παρατυχὼν τῷ πάθεϊ τῷ γεγονότι τὸν στρατηγὸν Ἀρταΰντην ἔλεγε πολλά τε καὶ κακά, ἄλλα τε καὶ γυναικὸς κακίω φὰς αὐτὸν εἶναι τοιαῦτα στρατηγήσαντα, καὶ ἄξιον εἶναι παντὸς κακοῦ τὸν βασιλέος οἶκον κακώσαντα.
当他们行进在路上时,大流士之子马西斯特斯碰巧目睹了所发生的灾难,对将军阿塔云特斯说了许多难听的话,尤其说他指挥得如此糟糕,简直比女人还要无能,又说他危害了国王的家族,应当受到一切惩罚。
παρὰ δὲ τοῖσι Πέρσῃσι γυναικὸς κακίω ἀκοῦσαι δέννος μέγιστος ἐστι.
因为在波斯人看来,被听人说是比女人还不如,乃是最大的侮辱。
§9.107.2ὁ δὲ ἐπεὶ πολλὰ ἤκουσε, δεινὰ ποιεύμενος σπᾶται ἐπὶ τὸν Μασίστην τὸν ἀκινάκην, ἀποκτεῖναι θέλων.
而阿塔云特斯在听了许多这样的话后,怒不可遏,拔出波斯短剑向马西斯特斯刺去,企图杀死他。
καί μιν ἐπιθέοντα φρασθεὶς Ξειναγόρης ὁ Πρηξίλεω ἀνὴρ Ἁλικαρνησσεὺς ὄπισθε ἑστεὼς αὐτοῦ Ἀρταΰντεω ἁρπάζει μέσον καὶ ἐξαείρας παίει ἐς τὴν γῆν· καὶ ἐν τούτῳ οἱ δορυφόροι οἱ Μασίστεω προέστησαν.
站在阿塔云特斯身后的普雷克西劳斯之子、哈利卡纳苏斯人克塞纳戈拉斯察觉到他冲上前去,便拦腰抱住他,将他举起并摔在地上;在此期间,马西斯特斯的卫兵挡在前面保护了他。
§9.107.3ὁ δὲ Ξειναγόρης ταῦτα ἐργάσατο χάριτα αὐτῷ τε Μασίστῃ τιθέμενος καὶ Ξέρξῃ. ἐκσώζων τὸν ἀδελφεὸν τὸν ἐκείνου· καὶ διὰ τοῦτο τὸ ἔργον Ξειναγόρης Κιλικίης πάσης ἦρξε δόντος βασιλέος.
克塞纳戈拉斯做这件事,是为了对马西斯特斯本人以及薛西斯示好,救下了后者的兄弟;由于这一功绩,克塞纳戈拉斯在国王的赐予下统治了整个基利基亚。
τῶν δὲ κατʼ ὁδὸν πορευομένων οὐδὲν ἐπὶ πλέον τούτων ἐγένετο, ἀλλʼ ἀπικνέονται ἐς Σάρδις.
在路上行进的他们没有再发生比这些更多的事,而是到达了萨尔狄斯。