§9.108.1ἐν δὲ τῇσι Σάρδισι ἐτύγχανε ἐὼν βασιλεὺς ἐξ ἐκείνου τοῦ χρόνου, ἐπείτε ἐξ Ἀθηνέων προσπταίσας τῇ ναυμαχίῃ φυγὼν ἀπίκετο.
却说国王自那时起就一直留在萨尔狄斯,即他从雅典在海战中遭受挫折、逃跑并抵达该地以来。
τότε δὴ ἐν τῇσι Σάρδισι ἐὼν ἄρα ἤρα τῆς Μασίστεω γυναικός, ἐούσης καὶ ταύτης ἐνθαῦτα.
当时,在萨尔狄斯的他爱上了马西斯特斯的妻子,而她当时也恰好在那里。
ὡς δέ οἱ προσπέμποντι οὐκ ἐδύνατο κατεργασθῆναι, οὐδὲ βίην προσεφέρετο προμηθεόμενος τὸν ἀδελφεὸν Μασίστην· τὠυτὸ δὲ τοῦτο εἶχε καὶ τὴν γυναῖκα· εὖ γὰρ ἐπίστατο βίης οὐ τευξομένη·
但是,尽管他派人去,却无法得手,且由于顾及他的兄弟马西斯特斯,他也不敢诉诸武力;而这同样的事情也保护了那个女人,因为她深知自己绝不会受到武力强迫。
ἐνθαῦτα δὴ Ξέρξης ἐργόμενος τῶν ἄλλων πρήσσει τὸν γάμον τοῦτον τῷ παιδὶ τῷ ἑωυτοῦ Δαρείῳ, θυγατέρα τῆς γυναικὸς ταύτης καὶ Μασίστεω, δοκέων αὐτὴν μᾶλλον λάμψεσθαι ἢν ταῦτα ποιήσῃ.
于是薛西斯在其他途径都被堵死的情况下,为他自己的儿子达雷奥斯操办了这桩婚事,迎娶这个女人与马西斯特斯的女儿,以为如果这样做,他就更能把她弄到手。
§9.108.2ἁρμόσας δὲ καὶ τὰ νομιζόμενα ποιήσας ἀπήλαυνε ἐς Σοῦσα·
在定下婚约并履行了惯常的仪式后,他便动身前往苏萨。
ἐπεὶ δὲ ἐκεῖ τε ἀπίκετο καὶ ἠγάγετο ἐς ἑωυτοῦ Δαρείῳ τὴν γυναῖκα, οὕτω δὴ τῆς Μασίστεω μὲν γυναικὸς ἐπέπαυτο, ὁ δὲ διαμειψάμενος ἤρα τε καὶ ἐτύγχανε τῆς Δαρείου μὲν γυναικὸς Μασίστεω δὲ θυγατρός· οὔνομα δὲ τῇ γυναικὶ ταύτῃ ἦν Ἀρταΰντη.
当他到达那里并为达雷奥斯娶回妻子进自己的家门时,他就此终止了对马西斯特斯妻子的爱恋,而是移情别恋,爱上并得到了达雷奥斯的妻子、即马西斯特斯的女儿;这个女人的名字叫阿塔云特。