§8.144.1πρὸς μὲν Ἀλέξανδρον ταῦτα ὑπεκρίναντο, πρὸς δὲ τοὺς ἀπὸ Σπάρτης ἀγγέλους τάδε. τὸ μὲν δεῖσαι Λακεδαιμονίους μὴ ὁμολογήσωμεν τῷ βαρβάρῳ, κάρτα ἀνθρωπήιον ἦν·
对亚历山大他们作出了这样的回答,但对来自斯巴达的使者则作出了如下回答: “拉刻代蒙人害怕我们会与蛮族妥协,这固然是非常合乎人情的;然而,你们分明十分了解雅典人的气概,却还感到害怕,这实在是令人羞愧的。
ἀτὰρ αἰσχρῶς γε οἴκατε ἐξεπιστάμενοι τὸ Ἀθηναίων φρόνημα ἀρρωδῆσαι, ὅτι οὔτε χρυσός ἐστι γῆς οὐδαμόθι τοσοῦτος οὔτε χώρη κάλλεϊ καὶ ἀρετῇ μέγα ὑπερφέρουσα, τὰ ἡμεῖς δεξάμενοι ἐθέλοιμεν ἂν μηδίσαντες καταδουλῶσαι τὴν Ἑλλάδα.
因为世界上没有任何地方拥有如此多的黄金,也没有任何土地在美丽和富饶上如此出类拔萃,能让我们愿意接受它们,从而投靠波斯并奴役希腊。
§8.144.2πολλά τε γὰρ καὶ μεγάλα ἐστι τὰ διακωλύοντα ταῦτα μὴ ποιέειν μηδʼ ἢν ἐθέλωμεν, πρῶτα μὲν καὶ μέγιστα τῶν θεῶν τὰ ἀγάλματα καὶ τὰ οἰκήματα ἐμπεπρησμένα τε καὶ συγκεχωσμένα, τοῖσι ἡμέας ἀναγκαίως ἔχει τιμωρέειν ἐς τὰ μέγιστα μᾶλλον ἤ περ ὁμολογέειν τῷ ταῦτα ἐργασαμένῳ, αὖτις δὲ τὸ Ἑλληνικὸν ἐὸν ὅμαιμόν τε καὶ ὁμόγλωσσον καὶ θεῶν ἱδρύματά τε κοινὰ καὶ θυσίαι ἤθεά τε ὁμότροπα, τῶν προδότας γενέσθαι Ἀθηναίους οὐκ ἂν εὖ ἔχοι.
因为有许多重大的原因阻碍着我们,使我们即使想这样做也不能去做。 第一也是最重要的,是神明的神像和庙宇被烧毁并夷为墟,我们必须尽最大努力为此复仇,而不是与做出这些恶行的人妥协。 其次,是希腊民族,我们同血同语言,拥有共同的神殿和祭祀,以及相似的风俗,背叛这些对于雅典人来说是绝不容许的。
§8.144.3ἐπίστασθέ τε οὕτω, εἰ μὴ πρότερον ἐτυγχάνετε ἐπιστάμενοι, ἔστʼ ἂν καὶ εἷς περιῇ Ἀθηναίων, μηδαμὰ ὁμολογήσοντας ἡμέας Ξέρξῃ.
因此,即便你们以前不知道,现在也请记住:只要还有一个雅典人活着,我们就绝不会与薛西斯妥协。
ὑμέων μέντοι ἀγάμεθα τὴν προνοίην τὴν πρὸς ἡμέας ἐοῦσαν, ὅτι προείδετε ἡμέων οἰκοφθορημένων οὕτω ὥστε ἐπιθρέψαι ἐθέλειν ἡμέων τοὺς οἰκέτας.
不过,我们非常赞赏你们对我们的体贴,因为你们预见到我们的家园被毁,因而愿意抚养我们的家眷。
§8.144.4καὶ ὑμῖν μὲν ἡ χάρις ἐκπεπλήρωται, ἡμεῖς μέντοι λιπαρήσομεν οὕτω ὅκως ἂν ἔχωμεν, οὐδὲν λυπέοντες ὑμέας.
在你们方面,这份好意已经圆满达成;但我们将尽力自己坚持下去,绝不给你们增添任何麻烦。
νῦν δέ, ὡς οὕτω ἐχόντων, στρατιὴν ὡς τάχιστα ἐκπέμπετε.
如今,既然情况如此,请尽快派遣你们的军队。
§8.144.5ὡς γὰρ ἡμεῖς εἰκάζομεν, οὐκ ἑκὰς χρόνου παρέσται ὁ βάρβαρος ἐσβαλὼν ἐς τὴν ἡμετέρην, ἀλλʼ ἐπειδὰν τάχιστα πύθηται τὴν ἀγγελίην ὅτι οὐδὲν ποιήσομεν τῶν ἐκεῖνος ἡμέων προσεδέετο.
因为据我们推测,蛮族入侵我们领土的时间不会太远,一旦他得知我们绝不会做任何他所要求的事情的消息,他就会立刻到来。
πρὶν ὦν παρεῖναι ἐκεῖνον ἐς τὴν Ἀττικήν, ἡμέας καιρός ἐστι προβοηθῆσαι ἐς τὴν Βοιωτίην.
因此,在他到达阿提卡之前,正是我们出兵进入波奥提亚迎击的良机。
οἳ μὲν ταῦτα ὑποκριναμένων Ἀθηναίων ἀπαλλάσσοντο ἐς Σπάρτην.
” 在雅典人作此回答之后,使者们便启程返回斯巴达。