§8.94.1Ἀδείμαντον δὲ τὸν Κορίνθιον στρατηγὸν λέγουσι Ἀθηναῖοι αὐτίκα κατʼ ἀρχάς, ὡς συνέμισγον αἱ νέες, ἐκπλαγέντα τε καὶ ὑπερδείσαντα, τὰ ἱστία ἀειράμενον οἴχεσθαι φεύγοντα, ἰδόντας δὲ τοὺς Κορινθίους τὴν στρατηγίδα φεύγουσαν ὡσαύτως οἴχεσθαι.
据雅典人说,哥林多的将军阿得曼托斯在战争伊施、船只交锋之初,便惊恐万分,极度害怕,于是扬起风帆,只顾逃跑;而哥林多人看到旗舰逃跑,也同样跟着逃跑了。
§8.94.2ὡς δὲ ἄρα φεύγοντας γίνεσθαι τῆς Σαλαμινίης κατὰ ἱρὸν Ἀθηναίης Σκιράδος, περιπίπτειν σφι κέλητα θείῃ πομπῇ, τὸν οὔτε πέμψαντα φανῆναι οὐδένα, οὔτε τι τῶν ἀπὸ τῆς στρατιῆς εἰδόσι προσφέρεσθαι τοῖσι Κορινθίοισι.
据说,当他们在逃跑中到达萨拉米斯岛上司基拉斯的雅典娜神庙附近时,在神意的引导下,一艘轻捷船与他们相遇;这艘船既看不出是谁派来的,在接近哥林多人时,哥林多人对其军队也一无所知。
τῇδε δὲ συμβάλλονται εἶναι θεῖον τὸ πρῆγμα.
由此,人们推测这件事情有神意。
ὡς γὰρ ἀγχοῦ γενέσθαι τῶν νεῶν, τοὺς ἀπὸ τοῦ κέλητος λέγειν τάδε. §8.94.3Ἀδείμαντε, σὺ μὲν ἀποστρέψας τὰς νέας ἐς φυγὴν ὅρμησαι καταπροδοὺς τοὺς Ἕλληνας· οἳ δὲ καὶ δὴ νικῶσι ὅσον αὐτοὶ ἠρῶντο ἐπικρατήσαντες τῶν ἐχθρῶν.
因为当那艘船靠近船只时,船上的人说道: “阿得曼托斯啊,你调转船头逃跑,背叛了希腊人;而他们如今正节节胜利,战胜了敌人,正如他们自己所祈求的那样。
ταῦτα λεγόντων ἀπιστέειν γὰρ τὸν Ἀδείμαντον, αὖτις τάδε λέγειν, ὡς αὐτοὶ οἷοί τε εἶεν ἀγόμενοι ὅμηροι ἀποθνήσκειν, ἢν μὴ νικῶντες φαίνωνται οἱ Ἕλληνες.
” 由于阿得曼托斯在他们说这些话时不相信,他们便再次说道,如果希腊人没有获胜,他们自己甘愿被带去充当人质而被处死。
§8.94.4οὕτω δὴ ἀποστρέψαντα τὴν νέα αὐτόν τε καὶ τοὺς ἄλλους ἐπʼ ἐξεργασμένοισι ἐλθεῖν ἐς τὸ στρατόπεδον.
于是,他本人和其余的人便调转船头,在战事已定之后回到了军营。
τούτους μὲν τοιαύτη φάτις ἔχει ὑπὸ Ἀθηναίων, οὐ μέντοι αὐτοί γε Κορίνθιοι ὁμολογέουσι, ἀλλʼ ἐν πρώτοισι σφέας αὐτοὺς τῆς ναυμαχίης νομίζουσι γενέσθαι· μαρτυρέει δέ σφι καὶ ἡ ἄλλη Ἑλλάς.
关于他们,雅典人中流传着这样的说法。 然而,哥林多人自己并不承认,反而认为自己在这场海战中处于最前列;而其余的希腊世界也为此为他们作证。