§8.93.1ἐν δὲ τῇ ναυμαχίῃ ταύτῃ ἤκουσαν Ἑλλήνων ἄριστα Αἰγινῆται, ἐπὶ δὲ Ἀθηναῖοι, ἀνδρῶν δὲ Πολύκριτός τε ὁ Αἰγινήτης καὶ Ἀθηναῖοι Εὐμένης τε ὁ Ἀναγυράσιος καὶ Ἀμεινίης Παλληνεύς, ὃς καὶ Ἀρτεμισίην ἐπεδίωξε.
在这场海战中,埃吉纳人在希腊人中赢得了最高的声誉,其次是雅典人;在个人之中,则是埃吉纳人波吕克里托斯,以及雅典人中阿纳吉鲁斯区的欧墨尼斯和帕勒涅区的美尼阿斯——正是他追击了阿尔特米西亚。
εἰ μέν νυν ἔμαθε ὅτι ἐν ταύτῃ πλέοι Ἀρτεμισίη, οὐκ ἂν ἐπαύσατο πρότερον ἢ εἷλέ μιν ἢ καὶ αὐτὸς ἥλω.
如果阿美尼阿斯当时知道阿尔特米西亚正坐在那艘船上,他在捕获她或自己被捕获之前,决不会停止追击。
§8.93.2τοῖσι γὰρ Ἀθηναίων τριηράρχοισι παρεκεκέλευστο, πρὸς δὲ καὶ ἄεθλον ἔκειτο μύριαι δραχμαί, ὃς ἄν μιν ζωὴν ἕλῃ· δεινὸν γάρ τι ἐποιεῦντο γυναῖκα ἐπὶ τὰς Ἀθήνας στρατεύεσθαι.
因为雅典的战舰指挥官们此前已接到命令,此外还设有万枚德拉克马的赏金,奖给任何生擒她的人;因为他们认为一个女人竟然率军攻打雅典,这是一件极大的耻辱。
αὕτη μὲν δή, ὡς πρότερον εἴρηται, διέφυγε· ἦσαν δὲ καὶ οἱ ἄλλοι, τῶν αἱ νέες περιεγεγόνεσαν, ἐν τῷ Φαλήρῳ.
正如前文所说,她确实逃脱了;而其他船只得以幸存的人也都聚集在法勒隆。