§8.95.1Ἀριστείδης δὲ ὁ Λυσιμάχου ἀνὴρ Ἀθηναῖος, τοῦ καὶ ὀλίγῳ τι πρότερον τούτων ἐπεμνήσθην ὡς ἀνδρὸς ἀρίστου, οὗτος ἐν τῷ θορύβῳ τούτῳ τῷ περὶ Σαλαμῖνα γενομένῳ τάδε ἐποίεε· παραλαβὼν πολλοὺς τῶν ὁπλιτέων οἳ παρατετάχατο παρὰ τὴν ἀκτὴν τῆς Σαλαμινίης χώρης, γένος ἐόντες Ἀθηναῖοι, ἐς τὴν Ψυττάλειαν νῆσον ἀπέβησε ἄγων, οἳ τοὺς Πέρσας τοὺς ἐν τῇ νησῖδι ταύτῃ κατεφόνευσαν πάντας.
阿里斯提德,阿里斯马科斯之子,一个雅典人,也就是我在此之前不久曾提到过的那位最杰出的人,在这场发生在萨拉米斯附近的混乱中,他做了以下的事情:他率领了许多原本部署在萨拉米斯地区海岸边的、出身于雅典的重装步兵,将他们带上并登上了普西塔利亚岛,这些人将岛上的波斯人全部歼灭。