§8.87.1κατὰ μὲν δὴ τοὺς ἄλλους οὐκ ἔχω μετεξετέρους εἰπεῖν ἀτρεκέως ὡς ἕκαστοι τῶν βαρβάρων ἢ τῶν Ἑλλήνων ἠγωνίζοντο· κατὰ δὲ Ἀρτεμισίην τάδε ἐγένετο, ἀπʼ ὧν εὐδοκίμησε μᾶλλον ἔτι παρὰ βασιλέι.
至于其他人,我无法确切地指出其中的某些个人,即蛮族人或希腊人中的每一个是如何战斗的;但关于阿尔特米西亚,发生了以下的事情,她也因此在国王那里赢得了更大的声誉。
§8.87.2ἐπειδὴ γὰρ ἐς θόρυβον πολλὸν ἀπίκετο τὰ βασιλέος πρήγματα, ἐν τούτῳ τῷ καιρῷ ἡ νηῦς ἡ Ἀρτεμισίης ἐδιώκετο ὑπὸ νεὸς Ἀττικῆς·
因为当国王的事态陷入极大的混乱时,恰在此时,阿尔特米西亚的船正被一艘阿提卡的船追击。
καὶ ἣ οὐκ ἔχουσα διαφυγεῖν, ἔμπροσθε γὰρ αὐτῆς ἦσαν ἄλλαι νέες φίλιαι, ἡ δὲ αὐτῆς πρὸς τῶν πολεμίων μάλιστα ἐτύγχανε ἐοῦσα, ἔδοξέ οἱ τόδε ποιῆσαι, τὸ καὶ συνήνεικε ποιησάσῃ.
而她无路可逃,因为在她的前方还有其他友军的船只,而她自己的船又恰好最接近敌人,于是她决定采取以下行动,这对于付诸行动的她来说确实起到了有利的作用。
διωκομένη γὰρ ὑπὸ τῆς Ἀττικῆς φέρουσα ἐνέβαλε νηὶ φιλίῃ ἀνδρῶν τε Καλυνδέων καὶ αὐτοῦ ἐπιπλέοντος τοῦ Καλυνδέων βασιλέος Δαμασιθύμου.
因为在阿提卡船的追击下,她猛冲过去,撞击了一艘卡伦达人的友军船只,当时卡伦达人的国王达马西蒂穆斯本人也正在那艘船上。
§8.87.3εἰ μὲν καί τι νεῖκος πρὸς αὐτὸν ἐγεγόνεε ἔτι περὶ Ἑλλήσποντον ἐόντων, οὐ μέντοι ἔχω γε εἰπεῖν οὔτε εἰ ἐκ προνοίης αὐτὰ ἐποίησε, οὔτε εἰ συνεκύρησε ἡ τῶν Καλυνδέων κατὰ τύχην παραπεσοῦσα νηῦς.
即使在他们还在赫勒斯滂的时候,她与他之间曾产生过某种不和,但我还是无法断言,她是蓄意这样做的,还是卡伦达人的船碰巧在那里相遇纯属偶然。
§8.87.4ὡς δὲ ἐνέβαλέ τε καὶ κατέδυσε, εὐτυχίῃ χρησαμένη διπλᾶ ἑωυτὴν ἀγαθὰ ἐργάσατο.
当她撞击并击沉了那艘船时,她因碰上好运而为自己带来了双重的好处。
ὅ τε γὰρ τῆς Ἀττικῆς νεὸς τριήραρχος ὡς εἶδέ μιν ἐμβάλλουσαν νηὶ ἀνδρῶν βαρβάρων, νομίσας τὴν νέα τὴν Ἀρτεμισίης ἢ Ἑλληνίδα εἶναι ἢ αὐτομολέειν ἐκ τῶν βαρβάρων καὶ αὐτοῖσι ἀμύνειν, ἀποστρέψας πρὸς ἄλλας ἐτράπετο.
因为阿提卡船的船长看到她撞击一艘蛮族人的船,便以为阿尔特米西亚的船要么是希腊船,要么是从蛮族那里叛逃出来并正在协助他们,于是便转舵去对付其他的船只了。