§8.88.1τοῦτο μὲν τοιοῦτο αὐτῇ συνήνεικε γενέσθαι διαφυγεῖν τε καὶ μὴ ἀπολέσθαι, τοῦτο δὲ συνέβη ὥστε κακὸν ἐργασαμένην ἀπὸ τούτων αὐτὴν μάλιστα εὐδοκιμῆσαι παρὰ Ξέρξῃ.
一方面,这对她来说结果是如此,得以逃脱而没有丧命;另一方面,事情的发展使得她尽管做了坏事,却反而因此在薛西斯那里赢得了极高的名声。
§8.88.2λέγεται γὰρ βασιλέα θηεύμενον μαθεῖν τὴν νέα ἐμβαλοῦσαν, καὶ δή τινα εἰπεῖν τῶν παρεόντων
δέσποτα, ὁρᾷς Ἀρτεμισίην ὡς εὖ ἀγωνίζεται καὶ νέα τῶν πολεμίων κατέδυσε;
因为据说,正在观看战斗的国王注意到了那艘正在撞击的船,而身旁的一个人便说道: “主上,您看阿尔特米西亚战得多么英勇,她已经击沉了一艘敌船!
καὶ τὸν ἐπειρέσθαι εἰ ἀληθέως ἐστὶ Ἀρτεμισίης τὸ ἔργον, καὶ τοὺς φάναι, σαφέως τὸ ἐπίσημον τῆς νεὸς ἐπισταμένους· τὴν δὲ διαφθαρεῖσαν ἠπιστέατο εἶναι πολεμίην.
” 国王于是询问这是否确实是阿尔特米西亚的作为,他们回答说是,因为他们清楚地认识她船上的标志;而他们深信那艘被击沉的船是敌人的。
§8.88.3τά τε γὰρ ἄλλα, ὡς εἴρηται, αὐτῇ συνήνεικε ἐς εὐτυχίην γενόμενα, καὶ τὸ τῶν ἐκ τῆς Καλυνδικῆς νεὸς μηδένα ἀποσωθέντα κατήγορον γενέσθαι.
因为正如已经说过的,其他的事情也都在向着有利于她的好运发展,尤其是卡伦达船上没有一个人幸存下来成为指控她的人。
Ξέρξην δὲ εἰπεῖν λέγεται πρὸς τὰ φραζόμενα
οἱ μὲν ἄνδρες γεγόνασί μοι γυναῖκες, αἱ δὲ γυναῖκες ἄνδρες.
据说薛西斯针对向他报告的事情说道: “我的男子汉变成了女人,而女人变成了男子汉。
ταῦτα μὲν Ξέρξην φασὶ εἰπεῖν.
” 人们说薛西斯就是这样说的。