§8.83.1τοῖσι δὲ Ἕλλησι ὡς πιστὰ δὴ τὰ λεγόμενα ἦν τῶν Τηνίων ῥήματα, παρεσκευάζοντο ὡς ναυμαχήσοντες.
当特诺斯人的话对希腊人来说变得可信时,他们便开始准备进行海战。
ἠώς τε διέφαινε καὶ οἳ σύλλογον τῶν ἐπιβατέων ποιησάμενοι, προηγόρευε εὖ ἔχοντα μὲν ἐκ πάντων Θεμιστοκλέης, τὰ δὲ ἔπεα ἦν πάντα κρέσσω τοῖσι ἥσσοσι ἀντιτιθέμενα, ὅσα δὴ ἐν ἀνθρώπου φύσι καὶ καταστάσι ἐγγίνεται·
天刚破晓,他们便召集了船上战斗人员的集会,地米斯托克利发表了众人中最出色的演说;他的话语完全是在人类本性和境遇中所产生的一切事物中,将较好的一面与较差的一面进行对比。
§8.83.2παραινέσας δὲ τούτων τὰ κρέσσω αἱρέεσθαι καὶ καταπλέξας τὴν ῥῆσιν, ἐσβαίνειν ἐκέλευε ἐς τὰς νέας.
他劝勉他们选择其中较好的一面,并结束了演说,随后命令他们登船。
καὶ οὗτοι μὲν δὴ ἐσέβαινον, καὶ ἧκε ἡ ἀπʼ Αἰγίνης τριήρης, ἣ κατὰ τοὺς Αἰακίδας ἀπεδήμησε.
正当他们开始登船时,那艘前往迎请埃阿科斯神族的、来自埃吉纳的三列桨战船抵达了。