§8.77.1χρησμοῖσι δὲ οὐκ ἔχω ἀντιλέγειν ὡς οὐκ εἰσὶ ἀληθέες, οὐ βουλόμενος ἐναργέως λέγοντας πειρᾶσθαι καταβάλλειν, ἐς τοιάδε πρήγματα ἐσβλέψας.
然而,当我看到这样的事情时,我无法反驳说神谕是不真实的,因为我不愿在神谕如此清晰地昭示时去企图否定它们。
"
ἀλλʼ ὅταν Ἀρτέμιδος χρυσαόρου ἱερὸν ἀκτήν
νηυσὶ γεφυρώσωσι καὶ εἰναλίην Κυνόσουραν
ἐλπίδι μαινομένῃ, λιπαρὰς πέρσαντες Ἀθήνας,
δῖα δίκη σβέσσει κρατερὸν κόρον, ὕβριος υἱόν,
δεινὸν μαιμώοντα, δοκεῦντʼ ἀνὰ πάντα πίεσθαι. "
“但是,当他们怀着疯狂的希望,在劫掠了闪耀的雅典之后,用船只将手持金剑的阿耳特弥斯圣海岸与海中的库诺苏拉连接起来时,神圣的正义将熄灭强大的‘狂傲’——那傲慢之子,他面目可憎、气势汹汹,自以为能吞尽一切。
§8.77.2"
χαλκὸς γὰρ χαλκῷ συμμίξεται, αἵματι δʼ Ἄρης
πόντον φοινίξει.
” “因为青铜将与青铜撞击,阿瑞斯将用鲜血染红大海。
τότʼ ἐλεύθερον Ἑλλάδος ἦμαρ
εὐρύοπα Κρονίδης ἐπάγει καὶ πότνια Νίκη.
那时,目光远大的克罗诺斯之子与高贵的胜利女神,将给希腊带来自由之日。
"
ἐς τοιαῦτα μὲν καὶ οὕτω ἐναργέως λέγοντι Βάκιδι ἀντιλογίης χρησμῶν πέρι οὔτε αὐτὸς λέγειν τολμέω οὔτε παρʼ ἄλλων ἐνδέκομαι.
” 面对巴基斯如此这般且如此清晰的预言,关于神谕的反驳,我自己既不敢说,也不接受别人的反驳。