Humanitext Reader

希罗多德 · 历史 §8.76.1-8.76.3

波斯军队包围海峡与进驻普西塔利亚岛

第 1384 段,共 1577 段 · 希腊语

内容简介

信以为真的波斯军队在夜间派兵登上普西塔利亚岛,并部署舰队包围萨拉米斯周围的海峡,以切断希腊人的退路。

§8.76.1ὃ μὲν ταῦτά σφι σημήνας ἐκποδὼν ἀπαλλάσσετο·
他向他们传达了这些消息后,便抽身离去。
τοῖσι δὲ ὡς πιστὰ ἐγίνετο τὰ ἀγγελθέντα, τοῦτο μὲν ἐς τὴν νησῖδα τὴν Ψυττάλειαν, μεταξὺ Σαλαμῖνός τε κειμένην καὶ τῆς ἠπείρου, πολλοὺς τῶν Περσέων ἀπεβιβάσαντο· τοῦτο δέ, ἐπειδὴ ἐγίνοντο μέσαι νύκτες, ἀνῆγον μὲν τὸ ἀπʼ ἑσπέρης κέρας κυκλούμενοι πρὸς τὴν Σαλαμῖνα, ἀνῆγον δὲ οἱ ἀμφὶ τὴν Κέον τε καὶ τὴν Κυνόσουραν τεταγμένοι, κατεῖχόν τε μέχρι Μουνυχίης πάντα τὸν πορθμὸν τῇσι νηυσί.
当所报告的消息对他们来说显得可信时,他们一方面把许多波斯士兵送上了位于萨拉米斯和大陆之间的普西塔利亚小岛;另一方面,到了半夜时分,他们便将西翼的舰队开往海中,向萨拉米斯方向进行包围,而部署在凯奥斯和库诺苏拉周围的军队也开动了船只,用船只占领了直到慕尼基亚的整个海峡。
§8.76.2τῶνδε δὲ εἵνεκα ἀνῆγον τὰς νέας, ἵνα δὴ τοῖσι Ἕλλησι μηδὲ φυγεῖν ἐξῇ, ἀλλʼ ἀπολαμφθέντες ἐν τῇ Σαλαμῖνι δοῖεν τίσιν τῶν ἐπʼ Ἀρτεμισίῳ ἀγωνισμάτων.
他们开动船只的目的如下:即为了不让希腊人能够逃跑,而是将他们困在萨拉米斯,让他们为在阿耳特弥西昂的战斗付出代价。
ἐς δὲ τὴν νησῖδα τὴν Ψυττάλειαν καλεομένην ἀπεβίβαζον τῶν Περσέων τῶνδε εἵνεκεν, ὡς ἐπεὰν γίνηται ναυμαχίη, ἐνθαῦτα μάλιστα ἐξοισομένων τῶν τε ἀνδρῶν καὶ τῶν ναυηγίων (ἐν γὰρ δὴ πόρῳ τῆς ναυμαχίης τῆς μελλούσης ἔσεσθαι ἔκειτο ἡ νῆσος), ἵνα τοὺς μὲν περιποιέωσι τοὺς δὲ διαφθείρωσι.
他们把波斯士兵送上被称为普西塔利亚的小岛也是出于以下目的:即一旦海战发生,由于人员和船只残骸最容易漂流到那里(因为该岛恰好位于即将发生的海战的航道上),以便他们能够解救己方人员并消灭敌方人员。
§8.76.3ἐποίευν δὲ σιγῇ ταῦτα, ὡς μὴ πυνθανοίατο οἱ ἐναντίοι.
他们暗中进行这些行动,以免对手发觉。
οἱ μὲν δὴ ταῦτα τῆς νυκτὸς οὐδὲν ἀποκοιμηθέντες παραρτέοντο.
于是,他们在夜间毫无睡意,全力进行着这些准备。

词汇与语法注释

  1. 8.76.1τοῦτο μὲν ... τοῦτο δέ — 使用副词性宾格的关联结构,意为“一方面……另一方面……”。此处对比性地引入了波斯军队采取的两项行动:向普西塔利亚岛派遣士兵,以及夜间移动舰队进行包围。
  2. 8.76.2ἐξοισομένων τῶν τε ἀνδρῶν καὶ τῶν ναυηγίων — 由连词 `ὡς`(表示预期或主观原因)引导的将来分词(具有中动/被动意义的 `ἐκφέρεσθαι`“漂流到、被冲上岸”)的属格绝对结构。它表达了在海战爆发时,人员和船只残骸预计会漂流到那里的“预测与意图”。
  3. 8.76.2δοῖεν τίσιν — 与熟语 `δίκην διδόναι`(受罚、付出代价)具有相同含义的表达,以 `τίσις`(报应、惩罚)为宾格。属格 `τῶν ἐπʼ Ἀρτεμισίῳ ἀγωνισμάτων`(在阿耳特弥西昂的战斗)表示惩罚的原因和内容。

引用这一段

希罗多德, 历史 §8.76.1-8.76.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.76.1-8.76.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。