Humanitext Reader

希罗多德 · 历史 §8.74.1-8.74.2

萨拉米斯希腊军的动摇与作战会议

第 1382 段,共 1577 段 · 希腊语

内容简介

描写了地峡的希腊人由于深感存亡危机而全力劳作,而萨拉米斯的希腊人则因担忧伯罗奔尼撒的安危而惶恐不安,并在随后的会议中公开爆发了撤退派与留守派之间的激烈争论。

§8.74.1οἳ μὲν δὴ ἐν τῷ Ἰσθμῷ τοιούτῳ πόνῳ συνέστασαν, ἅτε περὶ τοῦ παντὸς ἤδη δρόμου θέοντες καὶ τῇσι νηυσὶ οὐκ ἐλπίζοντες ἐλλάμψεσθαι· οἳ δὲ ἐν Σαλαμῖνι ὅμως ταῦτα πυνθανόμενοι ἀρρώδεον, οὐκ οὕτω περὶ σφίσι αὐτοῖσι δειμαίνοντες ὡς περὶ τῇ Πελοποννήσῳ.
此时,在地峡的人们正承受着如此巨大的劳苦,因为他们仿佛是在为自己的生死存亡而奔跑,且不指望能在舰队中建立功勋;而那些在萨拉米斯的人,尽管听到了这些消息,却依然感到恐惧,他们与其说是为自己担忧,不如说是为伯罗奔尼撒担忧。
§8.74.2τέως μὲν δὴ αὐτῶν ἀνὴρ ἀνδρὶ παραστὰς σιγῇ λόγον ἐποιέετο, θῶμα ποιεύμενοι τὴν Εὐρυβιάδεω ἀβουλίην· τέλος δὲ ἐξερράγη ἐς τὸ μέσον.
起初,他们彼此挨着,低声交谈,对欧里比亚德斯的无谋感到惊异;但最终,不满在公开场合爆发了。
σύλλογός τε δὴ ἐγίνετο καὶ πολλὰ ἐλέγετο τῶν αὐτῶν, οἳ μὲν ὡς ἐς τὴν Πελοπόννησον χρεὸν εἴη ἀποπλέειν καὶ περὶ ἐκείνης κινδυνεύειν μηδὲ πρὸ χώρης δοριαλώτου μένοντας μάχεσθαι, Ἀθηναῖοι δὲ καὶ Αἰγινῆται καὶ Μεγαρέες αὐτοῦ μένοντας ἀμύνεσθαι.
于是召开了一次集会,人们纷纷重复着同样的论调:有的人主张应当起航前往伯罗奔尼撒,为了那片土地去冒险,而不应当留下来为一块已被长枪夺取的土地前战斗;而雅典人、埃吉纳人和麦加拉人则主张应当留在此地进行防守。

词汇与语法注释

  1. 8.74.1ἅτε περὶ τοῦ παντὸς ἤδη δρόμου θέοντες — 连词 ἅτε 与分词(θέοντες)连用,表示客观原因(“既然”、“由于”)。短语 περὶ τοῦ παντὸς δρόμου θέειν 是一个竞技隐喻的惯用语,意为“为了生死存亡而奔跑”或“在危机中赌上一切”。
  2. 8.74.1ἐλλάμψεσθαι — 该不定式依赖于表示期望的分词 οὐκ ἐλπίζοντες。它是 ἐλλάμπω 的将来中动相,因其主语与主句主语(地峡的人们)一致而省略。此处作不及物动词使用,意为“(自己)大放异彩”、“立下功勋”。
  3. 8.74.2οἳ μὲν ὡς ἐς τὴν Πελοπόννησον χρεὸν εἴη ἀποπλέειν... Ἀθηναῖοι δὲ καὶ Αἰγινῆται καὶ Μεγαρέες αὐτοῦ μένοντας ἀμύνεσθαι — 前半句(οἳ μὲν ὡς... εἴη)通过 ὡς 引导的希求法间接引语表达部分人的主张,而后半句(Ἀθηναῖοι δὲ... ἀμύνεσθαι)则突然转变句式(破格,anacoluthon),使用了不定式结构(ἀμύνεσθαι)。该不定式可以理解为承接前半句的 χρεὸν εἴη,也可以理解为省略了如 ἔλεγον(主张、说)等动词的宾格加不定式结构。

引用这一段

希罗多德, 历史 §8.74.1-8.74.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.74.1-8.74.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。