Humanitext Reader

希罗多德 · 历史 §8.66.1-8.66.2

波斯舰队抵达法勒鲁姆与兵力补充

第 1371 段,共 1577 段 · 希腊语

内容简介

波斯海军抵达法勒鲁姆,文中指出入侵雅典的波斯军队规模不亚于战争初期,因为随着波斯人深入希腊,有更多原本未追随的希腊民族加入了他们。

§8.66.1οἱ δὲ ἐς τὸν Ξέρξεω ναυτικὸν στρατὸν ταχθέντες, ἐπειδὴ ἐκ Τρηχῖνος θεησάμενοι τὸ τρῶμα τὸ Λακωνικὸν διέβησαν ἐς τὴν Ἱστιαίην, ἐπισχόντες ἡμέρας τρεῖς ἔπλεον διʼ Εὐρίπου, καὶ ἐν ἑτέρῃσι τρισὶ ἡμέρῃσι ἐγένοντο ἐν Φαλήρῳ.
那些被编入薛西斯海军的人,在从特拉克斯观看了拉刻代蒙人的惨败之后,渡海前往希斯提哀亚。 他们在那里停留了三天,然后乘船通过埃夫里普斯海峡,又过了三天便抵达了法勒鲁姆。
ὡς μὲν ἐμοὶ δοκέειν, οὐκ ἐλάσσονες ἐόντες ἀριθμὸν ἐσέβαλον ἐς τὰς Ἀθήνας, κατά τε ἤπειρον καὶ τῇσι νηυσὶ ἀπικόμενοι, ἢ ἐπί τε Σηπιάδα ἀπίκοντο καὶ ἐς Θερμοπύλας·
在我看来,他们无论是走陆路还是乘战船抵达并入侵雅典的人数,都不亚于他们最初抵达塞皮亚斯岬和温泉关时的人数。
§8.66.2ἀντιθήσω γὰρ τοῖσί τε ὑπὸ τοῦ χειμῶνος αὐτῶν ἀπολομένοισι καὶ τοῖσι ἐν Θερμοπύλῃσι καὶ τῇσι ἐπʼ Ἀρτεμισίῳ ναυμαχίῃσι τούσδε τοὺς τότε οὔκω ἑπομένους βασιλέι, Μηλιέας καὶ Δωριέας καὶ Λοκροὺς καὶ Βοιωτοὺς πανστρατιῇ ἑπομένους πλὴν Θεσπιέων καὶ Πλαταιέων, καὶ μάλα Καρυστίους τε καὶ Ἀνδρίους καὶ Τηνίους τε καὶ τοὺς λοιποὺς νησιώτας πάντας, πλὴν τῶν πέντε πολίων τῶν ἐπεμνήσθημεν πρότερον τὰ οὐνόματα.
因为我要拿那些因暴风雨而丧生的人,以及在温泉关和阿尔特米西昂海战中阵亡的人,来与当时尚未追随国王的以下这些人作对比:全军随行的马里斯人、多里斯人、洛克里斯人和波奥蒂亚人(特斯皮亚人和普拉提亚人除外),以及卡律斯托斯人、安德罗斯人、特诺斯人,和以前我们提到过名字的那五个城市以外的所有其他岛民。
ὅσῳ γὰρ δὴ προέβαινε ἐσωτέρω τῆς Ἑλλάδος ὁ Πέρσης, τοσούτῳ πλέω ἔθνεά οἱ εἵπετο.
因为波斯人越是向希腊腹地推进,追随他的民族就越多。

词汇与语法注释

  1. 8.66.1ὡς μὲν ἐμοὶ δοκέειν — 使用 ὡς 搭配不定式(δοκέειν)的绝对不定式限制性用法,意为“在我看来”或“依我之见”。
  2. 8.66.2ἀντιθήσω γὰρ τοῖσί τε ... τούσδε ... — 动词 ἀντιτίθημι(意为“将……与……相对比/并列”)支配与格(τοῖσι...)和宾格(τούσδε...)。在此处,作者将早期战斗和暴风雨中损失的兵力(与格)与新加入的兵力(宾格)进行对比,以论证波斯军的总规模并未减少。
  3. 8.66.2ὅσῳ γὰρ δὴ προέβαινε ἐσωτέρω τῆς Ἑλλάδος ὁ Πέρσης, τοσούτῳ πλέω ἔθνεά οἱ εἵπετο. — 这是一个使用相关副词 ὅσῳ ... τοσούτῳ ... 的比例句式,意为“越……就越……”。“波斯人”(ὁ Πέρσης)是单数通称,指代整个波斯军队或其国王薛西斯。

引用这一段

希罗多德, 历史 §8.66.1-8.66.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.66.1-8.66.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。