§8.65.1ἔφη δὲ Δίκαιος ὁ Θεοκύδεος, ἀνὴρ Ἀθηναῖος φυγάς τε καὶ παρὰ Μήδοισι λόγιμος γενόμενος τοῦτον τὸν χρόνον, ἐπείτε ἐκείρετο ἡ Ἀττικὴ χώρη ὑπὸ τοῦ πεζοῦ στρατοῦ τοῦ Ξέρξεω ἐοῦσα ἔρημος Ἀθηναίων, τυχεῖν τότε ἐὼν ἅμα Δημαρήτῳ τῷ Λακεδαιμονίῳ ἐν τῷ Θριασίῳ πεδίῳ, ἰδεῖν δὲ κονιορτὸν χωρέοντα ἀπʼ Ἐλευσῖνος ὡς ἀνδρῶν μάλιστά κῃ τρισμυρίων, ἀποθωμάζειν τε σφέας τὸν κονιορτὸν ὅτεων κοτὲ εἴη ἀνθρώπων, καὶ πρόκατε φωνῆς ἀκούειν, καί οἱ φαίνεσθαι τὴν φωνὴν εἶναι τὸν μυστικὸν ἴακχον.
戴凯欧斯,塞奥库德斯之子,一个在当时已经受波斯人器重的阿提卡流亡者。 他说,当阿提卡地方被薛西斯的陆军蹂躏、且空无阿提卡人时,他当时正巧与拉刻代蒙人德玛拉托斯在斯里亚平原。 他看见一团尘暴从埃勒乌西斯方向滚滚而来,仿佛有大约三万人的规模。 他们正在惊异这尘暴究竟是谁人所致,忽听得有声音传来,他觉得那声音便是秘仪中的“雅克科斯”歌声。
§8.65.2εἶναι δʼ ἀδαήμονα τῶν ἱρῶν τῶν ἐν Ἐλευσῖνι γινομένων τὸν Δημάρητον, εἰρέσθαί τε αὐτὸν ὅ τι τὸ φθεγγόμενον εἴη τοῦτο.
德玛拉托斯对埃勒乌西斯所举行的神圣仪式一无所知,便问他这声音是什么。
αὐτὸς δὲ εἰπεῖν
Δημάρητε, οὐκ ἔστι ὅκως οὐ μέγα τι σίνος ἔσται τῇ βασιλέος στρατιῇ·
戴凯欧斯回答说: “德玛拉托斯啊,国王的军队绝不可能不遭受巨大的灾难。
τάδε γὰρ ἀρίδηλα, ἐρήμου ἐούσης τῆς Ἀττικῆς, ὅτι θεῖον τὸ φθεγγόμενον, ἀπʼ Ἐλευσῖνος ἰὸν ἐς τιμωρίην Ἀθηναίοισί τε καὶ τοῖσι συμμάχοισι.
因为在阿提卡一片荒凉之际,这声音显然是神圣的,它从埃勒乌西斯而来,是为了替阿提卡人及其盟友复仇。
§8.65.3καὶ ἢν μέν γε κατασκήψῃ ἐς τὴν Πελοπόννησον, κίνδυνος αὐτῷ τε βασιλέι καὶ τῇ στρατιῇ τῇ ἐν τῇ ἠπείρῳ ἔσται, ἢν δὲ ἐπὶ τὰς νέας τράπηται τὰς ἐν Σαλαμῖνι, τὸν ναυτικὸν στρατὸν κινδυνεύσει βασιλεὺς ἀποβαλεῖν.
如果这力量降临到伯罗奔尼撒,那么国王本人及其陆上军队都将面临危险;但如果它转向萨拉米斯的战船,国王将面临失去整个海军的危险。
§8.65.4τὴν δὲ ὁρτὴν ταύτην ἄγουσι Ἀθηναῖοι ἀνὰ πάντα ἔτεα τῇ Μητρὶ καὶ τῇ Κούρῃ, καὶ αὐτῶν τε ὁ βουλόμενος καὶ τῶν ἄλλων Ἑλλήνων μυεῖται·
阿提卡人每年都为母神和少女举办这一节日,无论是他们自己还是其他希腊人中愿意的人,都可以入会受秘仪。
καὶ τὴν φωνὴν τῆς ἀκούεις ἐν ταύτῃ τῇ ὁρτῇ ἰακχάζουσι.
你在节日中听到的声音,正是他们高喊‘雅克科斯’的歌声。
πρὸς ταῦτα εἰπεῖν Δημάρητον
σίγα τε καὶ μηδενὶ ἄλλῳ τὸν λόγον τοῦτον εἴπῃς·
” 对此,德玛拉托斯说: “保持沉默,不要把这话告诉任何其他人。
§8.65.5ἢν γάρ τοι ἐς βασιλέα ἀνενειχθῇ τὰ ἔπεα ταῦτα, ἀποβαλέεις τὴν κεφαλήν, καὶ σε οὔτε ἐγὼ δυνήσομαι ῥύσασθαι οὔτʼ ἄλλος ἀνθρώπων οὐδὲ εἶς.
因为如果这些话被上报给国王,你将会丢掉性命,无论是我也好、还是任何其他人都无法救你。
ἀλλʼ ἔχʼ ἥσυχος, περὶ δὲ στρατιῆς τῆσδε θεοῖσι μελήσει.
你只需静观其变,至于这支军队,神明自会照管。
§8.65.6τὸν μὲν δὴ ταῦτα παραινέειν, ἐκ δὲ τοῦ κονιορτοῦ καὶ τῆς φωνῆς γενέσθαι νέφος καὶ μεταρσιωθὲν φέρεσθαι ἐπὶ Σαλαμῖνος ἐπὶ τὸ στρατόπεδον τὸ τῶν Ἑλλήνων.
” 他如此劝诫道。 随后,从那尘暴和声音中产生了一朵云,它升上高空,朝着萨拉米斯的希腊人营地飘去。
οὕτω δὴ αὐτοὺς μαθεῖν ὅτι τὸ ναυτικὸν τὸ Ξέρξεω ἀπολέεσθαι μέλλοι.
如此,他们便明白薛西斯的海军必将灭亡。
ταῦτα μὲν Δίκαιος ὁ Θεοκύδεος ἔλεγε, Δημαρήτου τε καὶ ἄλλων μαρτύρων καταπτόμενος.
这是塞奥库德斯之子戴凯欧斯所说的话,他还引德玛拉托斯及其他人作为见证。