§8.66.1οἱ δὲ ἐς τὸν Ξέρξεω ναυτικὸν στρατὸν ταχθέντες, ἐπειδὴ ἐκ Τρηχῖνος θεησάμενοι τὸ τρῶμα τὸ Λακωνικὸν διέβησαν ἐς τὴν Ἱστιαίην, ἐπισχόντες ἡμέρας τρεῖς ἔπλεον διʼ Εὐρίπου, καὶ ἐν ἑτέρῃσι τρισὶ ἡμέρῃσι ἐγένοντο ἐν Φαλήρῳ.
クセルクセスの海軍に配属された者たちは、トラキスからラケダイモン人の被った大打撃を見物したのち、ヒスティアイアに渡り、そこに3日間留まったのちエウリポスを通って航行し、さらに別の3日間でファレロンに到着した。
ὡς μὲν ἐμοὶ δοκέειν, οὐκ ἐλάσσονες ἐόντες ἀριθμὸν ἐσέβαλον ἐς τὰς Ἀθήνας, κατά τε ἤπειρον καὶ τῇσι νηυσὶ ἀπικόμενοι, ἢ ἐπί τε Σηπιάδα ἀπίκοντο καὶ ἐς Θερμοπύλας·
私の見る限りでは、陸路および船によってアテナイに侵入した彼らの数は、彼らがセピアス岬やテルモピュライに到着したときよりも少なくはなかった。
§8.66.2ἀντιθήσω γὰρ τοῖσί τε ὑπὸ τοῦ χειμῶνος αὐτῶν ἀπολομένοισι καὶ τοῖσι ἐν Θερμοπύλῃσι καὶ τῇσι ἐπʼ Ἀρτεμισίῳ ναυμαχίῃσι τούσδε τοὺς τότε οὔκω ἑπομένους βασιλέι, Μηλιέας καὶ Δωριέας καὶ Λοκροὺς καὶ Βοιωτοὺς πανστρατιῇ ἑπομένους πλὴν Θεσπιέων καὶ Πλαταιέων, καὶ μάλα Καρυστίους τε καὶ Ἀνδρίους καὶ Τηνίους τε καὶ τοὺς λοιποὺς νησιώτας πάντας, πλὴν τῶν πέντε πολίων τῶν ἐπεμνήσθημεν πρότερον τὰ οὐνόματα.
というのも、私は、嵐によって失われた彼らの軍勢や、テルモピュライやアルテミシオンでの海戦で失われた軍勢に対して、当時はまだ王に従っていなかった次のような者たち、すなわち、テスピアイ人とプラタイア人を除く全軍で従ったメリス人、ドリス人、ロクリス人、ボイオティア人、さらにはカルストス人、アンドロス人、テノス人、そして以前に私たちがその名を挙げた5つの都市を除く他のすべての島々の住民たちを対置するからである。
ὅσῳ γὰρ δὴ προέβαινε ἐσωτέρω τῆς Ἑλλάδος ὁ Πέρσης, τοσούτῳ πλέω ἔθνεά οἱ εἵπετο.
ペルシア人がギリシアの奥へと進めば進むほど、それだけ多くの民族が彼に従ったのである。