§8.6.1οὕτω δὴ κατέμεινάν τε ἐν τῇ Εὐβοίῃ καὶ ἐναυμάχησαν, ἐγένετο δὲ ὧδε.
就这样,他们留在优波亚并进行了海战,事情是这样发生的。
ἐπείτε δὴ ἐς τὰς Ἀφέτας περὶ δείλην πρωίην γινομένην ἀπίκατο οἱ βάρβαροι, πυθόμενοι μὲν ἔτι καὶ πρότερον περὶ τὸ Ἀρτεμίσιον ναυλοχέειν νέας Ἑλληνίδας ὀλίγας, τότε δὲ αὐτοὶ ἰδόντες, πρόθυμοι ἦσαν ἐπιχειρέειν, εἴ κως ἕλοιεν αὐτάς.
当蛮族在午后不久来临之际抵达阿斐泰时,虽然他们在此前就已经听说有少数希腊船只在阿提米西昂附近停泊防守,但此时亲眼目睹之后,他们便急于发起攻击,希望能设法俘获它们。
§8.6.2ἐκ μὲν δὴ τῆς ἀντίης προσπλέειν οὔ κώ σφι ἐδόκεε τῶνδε εἵνεκα, μή κως ἰδόντες οἱ Ἕλληνες προσπλέοντας ἐς φυγὴν ὁρμήσειαν φεύγοντάς τε εὐφρόνη καταλαμβάνῃ· καὶ ἔμελλον δῆθεν ἐκφεύξεσθαι, ἔδει δὲ μηδὲ πυρφόρον τῷ ἐκείνων λόγῳ ἐκφυγόντα περιγενέσθαι.
然而,出于以下原因,他们当时还不认为直接迎面驶去是明智之举:以免希腊人看到他们驶来便起意逃跑,而在逃跑时被黑夜追上(从而乘夜逃脱);因为在他们看来,希腊人肯定会逃走,而按照他们的计划,连一个传火者(生还者)也不能逃脱存活。