Humanitext Reader

希罗多德 · 历史 §8.5.1-8.5.3

通过贿赂留驻阿提米西昂

第 1307 段,共 1577 段 · 希腊语

内容简介

地米斯托克利将他从优波亚人那里得到的部分资金作为贿赂分给欧律比亚德斯和阿德曼托斯,成功让希腊舰队留在阿提米西昂。

§8.5.1ὁ δὲ Θεμιστοκλέης τοὺς Ἕλληνας ἐπισχεῖν ὧδε ποιέει· Εὐρυβιάδῃ τούτων τῶν χρημάτων μεταδιδοῖ πέντε τάλαντα ὡς παρʼ ἑωυτοῦ δῆθεν διδούς.
地米斯托克利通过以下方式使希腊人留了下来:他从这笔钱中分出五个塔兰同给欧律比亚德斯,假装是出自他自己的财产。
ὡς δέ οἱ οὗτος ἀνεπέπειστο, Ἀδείμαντος γὰρ ὁ Ὠκύτου ὁ Κορίνθιος στρατηγὸς τῶν λοιπῶν ἤσπαιρε μοῦνος, φάμενος ἀποπλεύσεσθαί τε ἀπὸ τοῦ Ἀρτεμισίου καὶ οὐ παραμενέειν, πρὸς δὴ τοῦτον εἶπε ὁ Θεμιστοκλέης ἐπομόσας §8.5.2οὐ σύ γε ἡμέας ἀπολείψεις, ἐπεί τοι ἐγὼ μέζω δῶρα δώσω ἢ βασιλεὺς ἄν τοι ὁ Μήδων πέμψειε ἀπολιπόντι τοὺς συμμάχους.
当此人被他说服后——因为在其余的人中,只有奥库托斯之子、科林斯人的将军阿德曼托斯一人仍在极力反对,声称他要从阿提米西昂扬帆离去,绝不留下来——地米斯托克利便对这人发誓说道: “你绝不会抛弃我们,因为我给你的礼物,将比波斯国王因你抛弃盟友而可能送给你的还要丰厚。
ταῦτά τε ἅμα ἠγόρευε καὶ πέμπει ἐπὶ τὴν νέα τὴν Ἀδειμάντου τάλαντα ἀργυρίου τρία·
” 他一边说着这些,一边派人往阿德曼托斯的船上送去了三个塔兰同的银子。
§8.5.3οὗτοί τε δὴ πάντες δώροισι ἀναπεπεισμένοι ἦσαν καὶ τοῖσι Εὐβοεῦσι ἐκεχάριστο, αὐτός τε ὁ Θεμιστοκλέης ἐκέρδηνε, ἐλάνθανε δὲ τὰ λοιπὰ ἔχων, ἀλλʼ ἠπιστέατο οἱ μεταλαβόντες τούτων τῶν χρημάτων ἐκ τῶν Ἀθηνέων ἐλθεῖν ἐπὶ τῷ λόγῳ τούτῳ τὰ χρήματα.
于是,这些人便都被礼物说服了,优波亚人也如愿以偿。 地米斯托克利自己捞到了好处,却隐瞒了自己保留了其余钱财的事实;而分到这笔钱的人则以为,这笔钱是为了这个目的而从雅典送来的。

词汇与语法注释

  1. 8.5.1οἱ — 与格代词 οἱ 是伴随被动过去完成时动词 ἀνεπέπειστο(源自 ἀναπείθω)的“施事与格”,指代地米斯托克利。意为“当此人(欧律比亚德斯)被他(地米斯托克利)说服后”。
  2. 8.5.2ἀπολιπόντι — 过去不定时分词与格,与间接宾语代词 τοι 一致。它起到了条件从句的作用(“如果你抛弃盟友的话”),与主句中的潜在希求法 ἄν ... πέμψειε 相呼应。
  3. 8.5.3ἐλάνθανε δὲ τὰ λοιπὰ ἔχων — 动词 λανθάνω 与现在分词 ἔχων 连用,构成“秘密地做某事”或“不被察觉地做某事”的惯用结构。在此处意为“他隐瞒了自己保留其余钱财的事实”。

引用这一段

希罗多德, 历史 §8.5.1-8.5.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.5.1-8.5.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。