§8.58.1κάρτα τε τῷ Θεμιστοκλέι ἤρεσε ἡ ὑποθήκη, καὶ οὐδὲν πρὸς ταῦτα ἀμειψάμενος ἤιε ἐπὶ τὴν νέα τὴν Εὐρυβιάδεω.
这个建议非常迎合地米斯托克利的心意,他对此没有作任何回答,便往欧里比亚德斯的船走去。
ἀπικόμενος δὲ ἔφη ἐθέλειν οἱ κοινόν τι πρῆγμα συμμῖξαι· ὃ δʼ αὐτὸν ἐς τὴν νέα ἐκέλευε ἐσβάντα λέγειν, εἴ τι θέλει.
到达后,他说想和对方商议一件共同关心的事情;而欧里比亚德斯则命令他登船,如果有什么想说的就说出来。
§8.58.2ἐνθαῦτα ὁ Θεμιστοκλέης παριζόμενός οἱ καταλέγει ἐκεῖνά τε πάντα τὰ ἤκουσε Μνησιφίλου, ἑωυτοῦ ποιεύμενος, καὶ ἄλλα πολλὰ προστιθείς, ἐς ὃ ἀνέγνωσε χρηίζων ἔκ τε τῆς νεὸς ἐκβῆναι συλλέξαι τε τοὺς στρατηγοὺς ἐς τὸ συνέδριον.
于是地米斯托克利坐在他的身边,将他从姆内西菲卢斯那里听来的一切都据为己有地陈述了一遍,并且增加了许多其他的内容,直到他通过请求,说服了欧里比亚德斯从船上下来,并将将领们召集到会议中。