§8.58.1κάρτα τε τῷ Θεμιστοκλέι ἤρεσε ἡ ὑποθήκη, καὶ οὐδὲν πρὸς ταῦτα ἀμειψάμενος ἤιε ἐπὶ τὴν νέα τὴν Εὐρυβιάδεω.
テミストクレスはその提案が大いに気に入り、これに対して何も答えず、エウリュビアデスの船へと向かった。
ἀπικόμενος δὲ ἔφη ἐθέλειν οἱ κοινόν τι πρῆγμα συμμῖξαι·
到着すると、彼は彼に共通の関心事について話し合いたいのだと言った。
ὃ δʼ αὐτὸν ἐς τὴν νέα ἐκέλευε ἐσβάντα λέγειν, εἴ τι θέλει.
すると彼は、何か望むことがあるなら船に乗り込んで話すようにと命じた。
§8.58.2ἐνθαῦτα ὁ Θεμιστοκλέης παριζόμενός οἱ καταλέγει ἐκεῖνά τε πάντα τὰ ἤκουσε Μνησιφίλου, ἑωυτοῦ ποιεύμενος, καὶ ἄλλα πολλὰ προστιθείς, ἐς ὃ ἀνέγνωσε χρηίζων ἔκ τε τῆς νεὸς ἐκβῆναι συλλέξαι τε τοὺς στρατηγοὺς ἐς τὸ συνέδριον.
そこでテミストクレスは、彼の隣に腰掛け、ムネシピロスから聞いたことのすべてを自分自身の考えであるかのように語り、さらに多くのことを付け加え、ついには、船から下りて将軍たちを会議に召集することを求め、彼を説得した。