§8.54.1σχὼν δὲ παντελέως τὰς Ἀθήνας Ξέρξης ἀπέπεμψε ἐς Σοῦσα ἄγγελον ἱππέα Ἀρταβάνῳ ἀγγελέοντα τὴν παρεοῦσάν σφι εὐπρηξίην.
完全占领雅典后,薛西斯向苏萨派出一名骑马的使者,向阿尔塔巴诺斯报告他们眼前的胜利。
ἀπὸ δὲ τῆς πέμψιος τοῦ κήρυκος δευτέρῃ ἡμέρῃ συγκαλέσας Ἀθηναίων τοὺς φυγάδας, ἑωυτῷ δὲ ἑπομένους, ἐκέλευε τρόπῳ τῷ σφετέρῳ θῦσαι τὰ ἱρὰ ἀναβάντας ἐς τὴν ἀκρόπολιν, εἴτε δὴ ὦν ὄψιν τινὰ ἰδὼν ἐνυπνίου ἐνετέλλετο ταῦτα, εἴτε καὶ ἐνθύμιόν οἱ ἐγένετο ἐμπρήσαντι τὸ ἱρόν.
在派走使者的第二天,他召集了跟随自己的雅典流亡者,命令他们登上卫城,按照他们自己的仪式进行祭祀;这或许是因为他在梦中看到了某种异象而作此指示,又或是因为他烧毁了圣所而心生愧疚。
οἱ δὲ φυγάδες τῶν Ἀθηναίων ἐποίησαν τὰ ἐντεταλμένα.
那些雅典流亡者便按照吩咐做了一切。