§8.53.1χρόνῳ δʼ ἐκ τῶν ἀπόρων ἐφάνη δή τις ἔξοδος τοῖσι βαρβάροισι·
しかし、やがて異民族たちに行き詰まりからの活路が現れた。
ἔδεε γὰρ κατὰ τὸ θεοπρόπιον πᾶσαν τὴν Ἀττικὴν τὴν ἐν τῇ ἠπείρῳ γενέσθαι ὑπὸ Πέρσῃσι.
神託によれば、本土にあるアッティカの全土がペルシア人の支配下に入ることが運命づけられていたからである。
ἔμπροσθε ὦν πρὸ τῆς ἀκροπόλιος, ὄπισθε δὲ τῶν πυλέων καὶ τῆς ἀνόδου, τῇ δὴ οὔτε τις ἐφύλασσε οὔτʼ ἂν ἤλπισε μή κοτέ τις κατὰ ταῦτα ἀναβαίη ἀνθρώπων, ταύτῃ ἀνέβησαν τινὲς κατὰ τὸ ἱρὸν τῆς Κέκροπος θυγατρὸς Ἀγλαύρου, καίτοι περ ἀποκρήμνου ἐόντος τοῦ χώρου.
さて、アクロポリスの前面、ただし門と登り口の背後にあたり、そこは誰も警備しておらず、人間がここを登ってくるとは誰も予想だにしなかったであろう場所であるが、まさにその場所から、その地が絶壁であったにもかかわらず、ケクロプスの娘アグラウロスの神殿のあたりを数名が登った。
§8.53.2ὡς δὲ εἶδον αὐτοὺς ἀναβεβηκότας οἱ Ἀθηναῖοι ἐπὶ τὴν ἀκρόπολιν, οἳ μὲν ἐρρίπτεον ἑωυτοὺς κατὰ τοῦ τείχεος κάτω καὶ διεφθείροντο, οἳ δὲ ἐς τὸ μέγαρον κατέφευγον.
アテナイ人たちは、彼らがアクロポリスに登ってきたのを目にすると、ある者たちは城壁から身を投げて死に、他の者たちは神殿の内陣へ逃げ込んだ。
τῶν δὲ Περσέων οἱ ἀναβεβηκότες πρῶτον μὲν ἐτράποντο πρὸς τὰς πύλας, ταύτας δὲ ἀνοίξαντες τοὺς ἱκέτας ἐφόνευον·
登ってきたペルシア人たちは、まず門へと向かい、これを開けて懇願者たちを虐殺した。
ἐπεὶ δέ σφι πάντες κατέστρωντο, τὸ ἱρὸν συλήσαντες ἐνέπρησαν πᾶσαν τὴν ἀκρόπολιν.
彼らが全員を打ち倒すと、神殿を略奪したうえで、アクロポリス全土を焼き払った。