§8.4.1τότε δὲ οὗτοι οἱ καὶ ἐπʼ Ἀρτεμίσιον Ἑλλήνων ἀπικόμενοι ὡς εἶδον νέας τε πολλὰς καταχθείσας ἐς τὰς Ἀφέτας καὶ στρατιῆς ἅπαντα πλέα, ἐπεὶ αὐτοῖσι παρὰ δόξαν τὰ πρήγματα τῶν βαρβάρων ἀπέβαινε ἤ ὡς αὐτοὶ κατεδόκεον, καταρρωδήσαντες δρησμὸν ἐβουλεύοντο ἀπὸ τοῦ Ἀρτεμισίου ἔσω ἐς τὴν Ἑλλάδα.
然而在那时,这些确实已抵达阿提米西昂的希腊人,当看到许多船只被拉上海滩停靠在阿斐泰,且到处都塞满了军队时,由于蛮族的事态发展出乎他们的意料,甚至比他们自己所预想的还要严重,便感到恐惧,开始计划从阿提米西昂退往希腊腹地。
§8.4.2γνόντες δὲ σφέας οἱ Εὐβοέες ταῦτα βουλευομένους ἐδέοντο Εὐρυβιάδεω προσμεῖναι χρόνον ὀλίγον, ἔστʼ ἂν αὐτοὶ τέκνα τε καὶ τοὺς οἰκέτας ὑπεκθέωνται.
优波亚人得知他们正在策划这些事情,便哀求欧律比亚德斯多留一些时间,直到他们自己能将孩子和家眷安全撤离。
ὡς δʼ οὐκ ἔπειθον, μεταβάντες τὸν Ἀθηναίων στρατηγὸν πείθουσι Θεμιστοκλέα ἐπὶ μισθῷ τριήκοντα ταλάντοισι, ἐπʼ ᾧ τε καταμείναντες πρὸ τῆς Εὐβοίης ποιήσονται τὴν ναυμαχίην.
但由于他们未能说服欧律比亚德斯,便转而找到雅典人的将军地米斯托克利,以三十塔兰同的报酬说服了他,条件是他们留下来,在优波亚前方进行海战。