§8.5.1ὁ δὲ Θεμιστοκλέης τοὺς Ἕλληνας ἐπισχεῖν ὧδε ποιέει·
テミストクレスは次のようにしてギリシア人たちを留まらせた。
Εὐρυβιάδῃ τούτων τῶν χρημάτων μεταδιδοῖ πέντε τάλαντα ὡς παρʼ ἑωυτοῦ δῆθεν διδούς.
すなわち、エウリュビアデスにこれらのお金の中から5タラントンを、あたかも自分自身から与えるかのようにして分け与えたのである。
ὡς δέ οἱ οὗτος ἀνεπέπειστο, Ἀδείμαντος γὰρ ὁ Ὠκύτου ὁ Κορίνθιος στρατηγὸς τῶν λοιπῶν ἤσπαιρε μοῦνος, φάμενος ἀποπλεύσεσθαί τε ἀπὸ τοῦ Ἀρτεμισίου καὶ οὐ παραμενέειν, πρὸς δὴ τοῦτον εἶπε ὁ Θεμιστοκλέης ἐπομόσας
この者(エウリュビアデス)が彼によって説得されると、――というのも、オキュトスの子でコリントス人の将軍アデイマントスが、他の者たちの中で唯一激しく抵抗し、アルテミシオンから出帆してここに留まるつもりはないと言い張っていたからであるが、――テミストクレスはこの者に対して誓ってこう言った。
§8.5.2οὐ σύ γε ἡμέας ἀπολείψεις, ἐπεί τοι ἐγὼ μέζω δῶρα δώσω ἢ βασιλεὺς ἄν τοι ὁ Μήδων πέμψειε ἀπολιπόντι τοὺς συμμάχους.
「お前が我々を見捨てることはない。 というのも、お前が同盟軍を見捨てた場合にメディア人の王がお前に送るであろうものよりも、大きな贈り物を私が与えるからだ。
ταῦτά τε ἅμα ἠγόρευε καὶ πέμπει ἐπὶ τὴν νέα τὴν Ἀδειμάντου τάλαντα ἀργυρίου τρία·
」彼はこう語ると同時に、アデイマントスの船に銀3タラントンを送った。
§8.5.3οὗτοί τε δὴ πάντες δώροισι ἀναπεπεισμένοι ἦσαν καὶ τοῖσι Εὐβοεῦσι ἐκεχάριστο, αὐτός τε ὁ Θεμιστοκλέης ἐκέρδηνε, ἐλάνθανε δὲ τὰ λοιπὰ ἔχων, ἀλλʼ ἠπιστέατο οἱ μεταλαβόντες τούτων τῶν χρημάτων ἐκ τῶν Ἀθηνέων ἐλθεῖν ἐπὶ τῷ λόγῳ τούτῳ τὰ χρήματα.
こうして彼ら全員は贈り物によって説得され、エウボイア人たちの願いも叶えられた。 テミストクレス自身も儲けを得たが、残りの(お金)を自分が保持していることは隠していた。 しかし、このお金の分配にあずかった者たちは、これらのお金が、まさにこの目的のためにアテナイから送られてきたものだと信じ込んでいた。