§8.38.1συμμιγέντων δὲ τούτων πάντων, φόβος τοῖσι βαρβάροισι ἐνεπεπτώκεε.
当所有这些事情同时发生时,恐惧袭卷了蛮族人。
μαθόντες δὲ οἱ Δελφοὶ φεύγοντας σφέας, ἐπικαταβάντες ἀπέκτειναν πλῆθός τι αὐτῶν.
德尔斐人得知他们在逃跑,便下山袭击,杀死了他们中的许多人。
οἱ δὲ περιεόντες ἰθὺ Βοιωτῶν ἔφευγον.
幸存者则径直向波奥蒂亚逃去。
ἔλεγον δὲ οἱ ἀπονοστήσαντες οὗτοι τῶν βαρβάρων, ὡς ἐγὼ πυνθάνομαι, ὡς πρὸς τούτοισι καὶ ἄλλα ὥρων θεῖα· δύο γὰρ ὁπλίτας μέζονας ἢ κατʼ ἀνθρώπων φύσιν ἔχοντας ἕπεσθαί σφι κτείνοντας καὶ διώκοντας.
据我所知,这些生还的蛮族人说,除了这些事情之外,他们还看到了其他的神迹:因为他们说,有两个身形超越常人、异常高大的重装步兵在后面追赶并杀戮他们。