§8.37.1ἐπεὶ δὲ ἀγχοῦ ἦσαν οἱ βάρβαροι ἐπιόντες καὶ ἀπώρων τὸ ἱρόν, ἐν τούτῳ ὁ προφήτης, τῷ οὔνομα ἦν Ἀκήρατος, ὁρᾷ πρὸ τοῦ νηοῦ ὅπλα προκείμενα ἔσωθεν ἐκ τοῦ μεγάρου ἐξενηνειγμένα ἱρά, τῶν οὐκ ὅσιον ἦν ἅπτεσθαι ἀνθρώπων οὐδενί.
当蛮族人逼近并能望见神庙时,就在那时,名叫阿克拉托斯的神谕宣布者,看见神庙前摆放着从内殿里搬出来的神圣武器,这些武器是任何人都绝对不准触摸的。
§8.37.2ὃ μὲν δὴ ἤιε Δελφῶν τοῖσι παρεοῦσι σημανέων τὸ τέρας·
于是他前去向在场的德尔斐人报告这一神迹。
οἱ δὲ βάρβαροι ἐπειδὴ ἐγίνοντο ἐπειγόμενοι κατὰ τὸ ἱρὸν τῆς Προναίης Ἀθηναίης, ἐπιγίνεταί σφι τέρεα ἔτι μέζονα τοῦ πρὶν γενομένου τέρεος.
然而,当蛮族人急匆匆地来到普罗奈亚阿西娜神庙附近时,他们身上发生了比先前发生的神迹还要巨大的神迹。
θῶμα μὲν γὰρ καὶ τοῦτο κάρτα ἐστί, ὅπλα ἀρήια αὐτόματα φανῆναι ἔξω προκείμενα τοῦ νηοῦ· τὰ δὲ δὴ ἐπὶ τούτῳ δεύτερα ἐπιγενόμενα καὶ διὰ πάντων φασμάτων ἄξια θωμάσαι μάλιστα.
因为,虽然战意盎然的武器自发地显现在神庙外并摆放着,这确实也是一个极大的奇迹,但在此之后紧接着发生的第二件事,在所有的异象中才是最值得惊叹的。
§8.37.3ἐπεὶ γὰρ δὴ ἦσαν ἐπιόντες οἱ βάρβαροι κατὰ τὸ ἱρὸν τῆς Προναίης Ἀθηναίης, ἐν τούτῳ ἐκ μὲν τοῦ οὐρανοῦ κεραυνοὶ αὐτοῖσι ἐνέπιπτον, ἀπὸ δὲ τοῦ Παρνησοῦ ἀπορραγεῖσαι δύο κορυφαὶ ἐφέροντο πολλῷ πατάγῳ ἐς αὐτοὺς καὶ κατέβαλον συχνούς σφεων, ἐκ δὲ τοῦ ἱροῦ τῆς Προναίης βοή τε καὶ ἀλαλαγμὸς ἐγίνετο.
也就是说,当蛮族人进军到普罗奈亚阿西娜神庙附近时,就在那时,天空中雷电落在了他们身上,而从帕纳塞斯山上崩塌下来的两座山峰伴随着巨大的轰鸣声向他们席卷而去,砸死了他们之中的许多人,同时普罗奈亚神庙内部也传出了呐喊声和战吼声。