§8.30.1ταῦτά σφι ἐπαγγέλλοντο οἱ Θεσσαλοί.
这是萨利亚人向他们提出的条件。
οἱ γὰρ Φωκέες μοῦνοι τῶν ταύτῃ ἀνθρώπων οὐκ ἐμήδιζον, κατʼ ἄλλο μὲν οὐδέν, ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω, κατὰ δὲ τὸ ἔχθος τὸ Θεσσαλῶν·
因为在这一带的人当中,唯独福基斯人没有投靠波斯人,据我推测,这并不是因为别的缘故,而只是出于对萨利亚人的仇恨。
§8.30.2εἰ δὲ Θεσσαλοὶ τὰ Ἑλλήνων ηὖξον, ὡς ἐμοὶ δοκέειν, ἐμήδιζον ἂν οἱ Φωκέες.
如果萨利亚人支持了希腊人的事业,依我之见,福基斯人就会投靠波斯人。
ταῦτα ἐπαγγελλομένων Θεσσαλῶν, οὔτε δώσειν ἔφασαν χρήματα, παρέχειν τε σφίσι Θεσσαλοῖσι ὁμοίως μηδίζειν, εἰ ἄλλως βουλοίατο· ἀλλʼ οὐκ ἔσεσθαι ἑκόντες εἶναι προδόται τῆς Ἑλλάδος.
当萨利亚人提出这些条件时,福基斯人声称他们既不会给钱,而且如果他们愿意采取其他做法,他们也同样可以像萨利亚人那样投靠波斯人;但是他们绝不会自愿成为希腊的叛徒。