§8.29.1τούτων δή σφι ἀμφοτέρων ἔχοντες ἔγκοτον οἱ Θεσσαλοὶ πέμψαντες κήρυκα ἠγόρευον τάδε. ὦ Φωκέες, ἤδη τι μᾶλλον γνωσιμαχέετε μὴ εἶναι ὅμοιοι ἡμῖν.
萨利亚人因这两件事对他们怀恨在心,便派了一名使者,传达如下的话:“福基斯人啊,现在你们总该更加明白,你们根本不是我们的对手。
§8.29.2πρόσθε τε γὰρ ἐν τοῖσι Ἕλλησι, ὅσον χρόνον ἐκεῖνα ἡμῖν ἥνδανε, πλέον αἰεί κοτε ὑμέων ἐφερόμεθα· νῦν τε παρὰ τῷ βαρβάρῳ τοσοῦτο δυνάμεθα ὥστε ἐπʼ ἡμῖν ἐστι τῆς γῆς ἐστερῆσθαι καὶ πρὸς ἠνδραποδίσθαι ὑμέας.
因为先前在希腊人当中,只要我们愿意,我们就总是比你们占优势;而今,我们在蛮族那里拥有如此巨大的影响力,以至于让你们失去土地并被贬为奴隶,完全取决于我们。
ἡμεῖς μέντοι τὸ πᾶν ἔχοντες οὐ μνησικακέομεν, ἀλλʼ ἡμῖν γενέσθω ἀντʼ αὐτῶν πεντήκοντα τάλαντα ἀργυρίου, καὶ ὑμῖν ὑποδεκόμεθα τὰ ἐπιόντα ἐπὶ τὴν χώρην ἀποτρέψειν.
然而,尽管我们掌握着一切,我们并不记恨;只要给我们五十个银塔兰同作为代价,我们便向你们保证,将那逼近你们领土的灾祸屏退。 ”