§8.20.1οἱ γὰρ Εὐβοέες, παραχρησάμενοι τὸν Βάκιδος χρησμὸν ὡς οὐδὲν λέγοντα, οὔτε τι ἐξεκομίσαντο οὐδὲν οὔτε προσεσάξαντο ὡς παρεσομένου σφι πολέμου, περιπετέα τε ἐποιήσαντο σφίσι αὐτοῖσι τὰ πρήγματα.
因为尤卑亚人对巴吉斯的神谕不屑一顾,认为它毫无意义,既没有把任何财产疏散到安全的地方,也没有储备物资以防战争临头,结果使自己的处境陷入了灭顶之灾。
§8.20.2Βάκιδι γὰρ ὧδε ἔχει περὶ τούτων ὁ χρησμός. "
φράζεο, βαρβαρόφωνος ὅταν ζυγὸν εἰς ἅλα βάλλῃ
βύβλινον, Εὐβοίης ἀπέχειν πολυμηκάδας αἶγας.
关于这些事,巴吉斯的神谕是这样说的: “当说异族语言的人将纸草做成的轭架在海上时,切记要让咩咩哀鸣的山羊远离尤卑亚。
"
τούτοισι οὐδὲν τοῖσι ἔπεσι χρησαμένοισι ἐν τοῖσι τότε παρεοῦσί τε καὶ προσδοκίμοισι κακοῖσι παρῆν σφι συμφορῇ χρᾶσθαι πρὸς τὰ μέγιστα.
” 由于他们对这些诗句未予丝毫理会,在当时已然临头和预料之中的灾难中,他们不得不遭受了最大的不幸。